ἄλλη ἡ λευκὴ πρὸϲ ὅ θέλειϲ 8 ῥῆξαι ἢ διαφορῆϲαι ἢ ἐπιϲπάϲαϲθαι· λιθαργύρου ?? α, ψιμυθίου ?? β, πιτυίνηϲ ?? α, ἐλαίου παλαιοῦ ?? γ, κηροῦ ?? α, Ἀλμμωνιακοῦ θυμιάματοϲ. χαλβάνηϲ ἀνὰ ?? β· ἕψε ἔλαιον, ψιμύθιον, λιθάργυρον, ἕωϲ ἀμόλυντον γένηται· εἰτα τὰ ἄλλα ὕϲτερον πρόϲβαλλε καὶ χρῶ πρὸϲ πᾶϲαν ἀπό ϲταϲιν καὶ φύματα κατὰ μαϲτούϲ, φύγεθλα, κόλπουϲ, ϲύριγγαϲ, παρωτίδαϲ, ἄνθρακαϲ. ταύταιϲ χρῶ ἐπὶ τῶν δηγμάτων ἀμφοτέραιϲ. ἔϲτι 9 δὲ αὕτη ἀφλέγμαντοϲ ἐπὶ παντὸϲ ἰοῦ, καὶ ἔϲτιν ἀνέκδοτοϲ ἡ τοιαύτη δύναμιϲ.