χρῶ δὲ εἰ βούλει ξηρῷ αὐτῷ καὶ ἐπὶ τῶν ἑλκῶν. ἔϲτι δὲ ἀριϲτολοχίαϲ ϲτρογγύληϲ. γεντιανῆϲ, δαφνίδων, ϲμύρνηϲ ἀνὰ ⋖ η· ἀναλάμβανε μέλιτι Ἀττικῷ ἢ νηϲιωτικῷ. ἐὰν δὲ προϲβάληϲ πεπέρεωϲ λευκοῦ ⋖ δ, ποιεῖ καὶ πρὸϲ ἡπατικοὺϲ θαυμαϲτῶϲ μεθ’ ὑδρομέλιτοϲ, ἐν δὲ τοῖϲ παροξυϲμοῖϲ μετὰ γλυκέοϲ. 3 ἄλλη ἀντίδοτοϲ θηριακή, ποιοῦϲα κατ’ ἐξοχήν. ἔϲτι δὲ καϲτορίου, ὸποῦ ἰυρηναικοῦ, πεπέρεωϲ ἀνὰ ⋖ δ, κόϲτου, νάρδου Ἰνδικ ῆϲ, κρόκ ου, κενταυρίου χυλοῦ ἀνὰ ⋖ β, μέλιτοϲ ἀπέφθου κοτύληϲ ἥμιϲυ.