ταῦτα ὦ Κνήμων ὡς ἀνέγνων, ἐγνώριζον μέν, καὶ τὴν ἐκ θεῶν οἰκονομίαν ἐθαύμαζον, ἡδονῆς δὲ ἅμα καὶ λύπης ἐνεπλήσθην. καὶ πάθος τι καινότερον ὑπέστην, ὁμοῦ δακρύων καὶ χαίρων, διαχεομένης μὲν τῆς ψυχῆς πρὸς τὴν τῶν ἀγνοουμένων εὕρεσιν καὶ τῶν χρησθέντων ἤδη τὴν ἐπίλυσιν, ἀδημονούσης δὲ πρὸς τὴν τῶν ἐσομένων ἔκβασιν, καὶ τὸν ἀνθρώπινον βίον οἰκτιζούσης ὡς ἄστατόν τι καὶ ἀβέβαιον καὶ ἄλλοτε πρὸς ἄλλα τρεπόμενον, τότε δὲ ὑπερβαλλόντως ταῖς Χαρικλείας τύχαις γνωριζόμενον. εἰσῄει γάρ με πολλῶν ἔννοια, τίνων μὲν γενομένη τίνων ἐνομίσθη, πόσῳ δὲ τῷ μεταξὺ τῆς ἐνεγκούσης ἀπήχθη: κεκλήρωτο δὲ θυγατρὸς ὄνομα νόθου, ἀποβαλοῦσα τὸ γνήσιον Αἰθιόπων καὶ βασίλειον γένος. ἐπὶ πολύ τε ἀμφίβολος εἱστήκειν, τῶν μὲν παρελθόντων οἰκτείρειν ἔχων, τῶν δὲ ἐσομένων εὐδαιμονίζειν οὐ θαρσῶν, ἕως τὸν λογισμὸν πρὸς τὸ νῆφον ἀνακαλεσάμενος ἔγνων μὴ διαμέλλειν ἀλλ̓ ἔργου ἔχεσθαι. καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθὼν καταλαμβάνω μόνην, ἀπειρηκυῖαν ἤδη πρὸς τὸ πάθος, καὶ τῷ μὲν φρονήματι βιαζομένην ἀναφέρειν, τῷ σώματι δὲ πάντῃ πεπονημένην, ἐνδόντι πρὸς τὴν νόσον καὶ ἀντέχειν ἀσθενήσαντι πρὸς τὸ δεινόν.