<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="8"><p> ἐπῄνει ταῦτα, καὶ ἧκε φέρων οὐ μετὰ πολὺ τὴν ταινίαν.
ἐνδοῦναι δή μοι σχολὴν πρὸς αὐτὸν εἰπών, ὡς
εἶχον πειθόμενον, ἐλθών τε οὗ κατηγόμην, οὐδὲ ὅσον
ἐλάχιστον ὑπερθέμενος, ἐπελεγόμην τὴν ταινίαν γράμμασιν
Αἰθιοπικοῖς, οὐ δημοτικοῖς ἀλλὰ βασιλικοῖς,
ἐστιγμένην, ἃ δὴ τοῖς Αἰγυπτίων ἱερατικοῖς καλουμένοις
ὡμοίωνται. καὶ ἐπερχόμενος τοιάδε ηὕρισκον τὸ
γράμμα διηγούμενον. </p><p>Περσῖνα βασίλισσα Αἰθιόπων τῇ ὁτιδὴ κληθησομένῃ καὶ μέχρι
μόνων ὠδίνων θυγατρὶ δῶρον ἔσχατον χαράττω τόνδε τὸν ἔγγραφον
θρῆνον.</p><p>ἐπάγην, ὦ Κνήμων, ὡς τοῦ Περσίνης ὀνόματος
ἤκουσα. τὰ δὲ ἑξῆς ὅμως ἐπελεγόμην, ὄντα τοιάδε. </p><p>ὡς μὲν οὐδὲν ἀδικοῦσα, παιδίον, οὔτε σὲ γενομένην ἐξεθέμην
οὔτε πατέρα τὸν σὸν Ὑδάσπην τὴν σὴν θέαν ἀπεκρυψάμην, ἐπικεκλήσθω
μάρτυς ὁ γενάρχης ἡμῶν Ἥλιος. ἀλλ̓ ὅμως ἀπολογοῦμαι
πρός τε σέ ποτε, θύγατερ, εἰ περισωθείης, πρός τε τὸν ἀναιρησόμενον,
εἴ τινά σοι θεὸς ἐπιστήσειε, πρός τε αὐτὸν ὅλον τὸν
τῶν ἀνθρώπων βίον, ἀνακαλύπτουσα τὴν αἰτίαν τῆς ἐκθέσεως.
ἡμῖν πρόγονοι θεῶν μὲν Ἥλιός τε καὶ Διόνυσος, ἡρώων δὲ Περσεύς
τε καὶ Ἀνδρομέδα, καὶ Μέμνων ἐπὶ τούτοις. οἱ δὴ τὰς βασιλείους
αὐλὰς κατὰ καιροὺς ἱδρυσάμενοι ταῖς ἀπὸ τούτων γραφαῖς
ἐκόσμησαν. τὰς μὲν δὴ τῶν ἄλλων εἰκόνας τε καὶ πράξεις ἀνδρῶσί
τε καὶ περιδρόμοις ἐνέγραφον, τοὺς δὲ θαλάμους τοῖς Ἀνδρομέδας
τε καὶ Περσέως ἔρωσιν ἐποίκιλλον. ἐνταῦθά ποτε ἡμᾶς, δεκάτου
παρήκοντος ἔτους ἐξ οὗ με γαμετὴν Ὑδάσπης ἐγνώρισεν, οὔ ποτε
παίδων ἡμῖν γεγονότων, ἠρεμεῖν τὸ μεσημβρινὸν συνέβαινεν,
ὕπνου θερινοῦ κατακλίναντος. καί μοι καὶ προσωμίλει τότε ὁ
πατὴρ ὁ σός, ὄναρ αὐτῷ τοῦτο κελεύειν ἐπομνύμενος: ᾐσθόμην
τε παραχρῆμα κυοφορήσασα τὴν καταβολήν. ὁ μὲν δὴ
μέχρι τοῦ τόκου χρόνος ἑορτὴ πάνδημος ἦν καὶ χαριστήριοι
θυσίαι τοῖς θεοῖς, ὡς τοῦ βασιλέως διάδοχον τοῦ γένους ἐλπίζοντος:
ἐπειδὴ δέ σε λευκὴν ἀπέτεκον, ἀπρόσφυλον Αἰθιόπων
<pb n="p.107"/>

χροιὰν ἀπαυγάζουσαν, ἐγὼ μὲν τὴν αἰτίαν ἐγνώριζον, ὅτι μοι
παρὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν ἄνδρα προσβλέψαι τὴν Ἀνδρομέδαν
ἡ γραφὴ παρασχοῦσα, καὶ πανταχόθεν ἐπιδείξασα γυμνήν
ʽἄρτι γὰρ αὐτὴν ἀπὸ τῶν πετρῶν ὁ Περσεὺς κατῆγεν̓, ὁμοιοειδὲς
ἐκείνῃ τὸ σπαρὲν οὐκ εὐτυχῶς ἐμόρφωσεν. ἔγνων οὖν ἐμαυτήν τε
ἀπαλλάξαι τοῦ μετ̓ αἰσχύνης θανάτου, πεπεισμένη τὴν σὴν χροιὰν
μοιχείαν ἐμοὶ προσάψουσαν ʽοὐ γὰρ πιστεύσειν οὐδένα λεγούσῃ
τὴν περιπέτειαν̓, καὶ σοὶ τὸ ἐκ τῆς τύχης ἀμφίβολον χαρίσασθαι,
θανάτου προδήλου ἢ πάντως ὀνόματος νόθου προτιμότερον. γενομένην
τέ σε τεθνάναι παραχρῆμα πρὸς τὸν ἄνδρα πλασαμένη,
λάθρᾳ καὶ ἀπορρήτως ἐξεθέμην, ὅσον πλεῖστον ἠδυνάμην πλοῦτον
τῷ περισώζοντι μισθὸν συνεκθεμένη, ἄλλοις τέ σε κοσμήσασα καὶ
ταινίᾳ τῇδε, ἐλεεινῷ διηγήματι τῶν σῶν κἀμαυτῆς, ἐνειλήσασα, ἣν
ἀπὸ δακρύων τῶν ἐπὶ σοὶ καὶ αἵματος ἐχάραττον, ὁμοῦ πρωτοτόκος
καὶ πολύθρηνος γενομένη. ἀλλ̓ ὦ γλυκεῖα καὶ μέχρις ὥρας
θύγατερ, ὅπως, εἰ περιγένοιο, μεμνήσῃ τῆς εὐγενείας, τιμῶσα σωφροσύνην,
ἣ δὴ μόνη γυναικείαν ἀρετὴν χαρακτηρίζει, καὶ φρόνημα
βασίλειον καὶ πρὸς τοὺς φύντας ἀναφέρον ἀσκοῦσα. μεμνήσῃ
δὲ πρὸ πάντων τῶν συνεκτεθέντων σοι κειμηλίων δακτύλιόν τινα
ἐπιζητεῖν καὶ σεαυτῇ περιποιεῖν, ὃν πατὴρ ὁ σὸς ἐμοὶ παρὰ τὴν
μνηστείαν ἐδωρήσατο, βασιλείῳ μὲν συμβόλῳ τὸν κύκλον ἀνάγραπτον,
λίθῳ δὲ παντάρβῃ καὶ ἀπορρήτῳ δυνάμει τὴν σφενδόνην
καθιερωμένον.</p><p>ταῦτά σοι διείλεγμαι, τὸ γράμμα διάκονον εὑραμένη, τὰς ἐμψύχους
καὶ ἐν ὀφθαλμοῖς ὁμιλίας τοῦ δαίμονος στερήσαντος, τάχα
μὲν κωφὰ καὶ ἀνήνυτα, τάχα δὲ καὶ εἰς ὄφελός ποτε ἥξοντα: τὸ
γὰρ ἄδηλον τῆς τύχης ἀνθρώποις ἄγνωστον. καὶ ἔσται σοι τὰ τῆς
γραφῆς, ὦ μάτην ὡραία, καὶ ἔγκλημα τὸ κάλλος ἐμοὶ προσάψασα,
εἰ μὲν περισωθείης, γνωρίσματα, εἰ δ̓ ὅπερ καὶ ἀκοὴν λάθοι τὴν
ἐμήν, ἐπιτύμβια καὶ μητρὸς ἐπικήδεια δάκρυα.</p></div></div></div></body></text></TEI>