<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="7"><p>ὁ δὲ Χαρικλῆς εἰς τὴν ὑστεραίαν ἐντυχὼν ὁμοῦ τε
εἶδε, καὶ προσδραμὼν ἐφίλει πολλὰ τὴν κεφαλήν, τοῦτο
σοφία, τοῦτο φιλία, συνεχῶς ἀναβοῶν. ἤνυσταί σοι
μέγα ἔργον: ἑάλωκεν ἡ δυσάλωτος καὶ νενίκηται ἡ δυσκαταμάχητος:
ἐρᾷ Χαρίκλεια. πρὸς ταῦτα ἐθρυπτόμην,
ἀνέσπων τε τὴν ὀφρύν, καὶ βλακῶδες βαίνων, εὔδηλον
ἦν, ἔλεγον, ὡς οὐδὲ πρὸς τὴν πρώτην ἀνθέξει
προσβολὴν ἐμοῦ, καὶ ταῦτα μηδενὶ τῶν μειζόνων ὀχλήσαντος.
ἀλλὰ πόθεν ὦ Χαρίκλεις ἐρῶσαν ἐγνωρίσατε;
σοὶ πεισθέντες, ἔφη. τοὺς γὰρ εὐδοκίμους τῶν ἰατρῶν,
ὡς αὐτὸς ὑπέθου, παρακαλέσας ἦγον εἰς τὴν ἐπίσκεψιν,
ἀμοιβὴν τὴν προσοῦσαν οὐσίαν ὑπισχνούμενος, εἴ τι
δύναιντο ἐπικουρεῖν. οἳ δὲ ὡς τάχιστα εἰσῆλθον, ἠρώτων
ὅ τι πάσχοι. τῆς δὲ ἀποστρεφομένης, καὶ πρὸς μὲν
ἐκείνους οὐδ̓ ὁτιοῦν ἀποκρινομένης, ἔπος δὲ Ὁμηρικὸν
συνεχῶς ἀναβοώσης <q>ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα φέρτατ̓
Ἀχαιῶν,</q> ὁ λόγιος Ἀκεστῖνος ʽοἶσθα δὲ δή που τὸν
<pb n="p.104"/>

ἄνδρἀ τῷ καρπῷ τὴν χεῖρα καὶ ἀκούσης ἐπιβαλὼν ἀνακρίνειν
ἀπὸ τῆς ἀρτηρίας ἐῴκει τὸ πάθος, ὥσπερ, οἶμαι,
τὰ καρδίας κινήματα μηνυούσης. οὐκ ὀλίγον τε
χρόνον βασανίσας τὴν ἐπίσκεψιν, ἄνω τε καὶ κάτω πολλὰ
ἐπιθεωρήσας, ὦ Χαρίκλεις, ἔφη, περιττῶς ἡμᾶς ἐνθάδε
εἰσκέκληκας: ἰατρικὴ γὰρ οὐδὲν ἂν οὐδαμῶς ἀνύσειε
πρὸς ταύτην. ἐμοῦ δέ, ὦ θεοί, τί τοῦτο λέγεις,
ἀναβοήσαντος, οἴχεται οὖν μοι τὸ θυγάτριον, καὶ ἐλπίδος
ἐκτὸς γέγονεν; οὐ θορύβου δεῖ, φησίν, ἀλλ̓ ἄκουε.
καὶ παραλαβών με τῆς τε κόρης καὶ τῶν ἄλλων ἄπωθεν,
ἡ καθ̓ ἡμᾶς, ἔφη, τέχνη σώματος πάθη θεραπεύειν
ἐπαγγέλλεται, ψυχῆς δὲ οὐ προηγουμένως, ἀλλὰ τότε
μόνον ὅταν συμπάσχῃ μὲν τῷ σώματι κακουμένῳ, συνωφελῆται
δὲ θεραπευομένῳ. τό τε τῆς κόρης νόσος
μέν, ἀλλ̓ οὐ σώματος: οὐ γὰρ χυμῶν τις περιττεύει,
οὐ κεφαλῆς ἄλγημα βαρύνει, οὐ πυρετὸς ἀναφλέγει, οὐκ
ἄλλο τι τοῦ σώματος, οὐ μέρος, οὐχ ὅλον νοσεῖ που.
τοῦτο, οὐκ ἄλλο τι νομιστέον. ἐμοῦ δὲ λιπαροῦντος, καὶ
φράζειν εἴ τι κατέμαθεν ἀξιοῦντος, οὐ γὰρ καὶ παιδὶ
γνώριμον, ἔφη, ψυχῆς εἶναι τὸ πάθος, καὶ τὴν νόσον
ἔρωτα λαμπρόν; οὐχ ὁρᾷς ὡς κυλοιδιᾷ μὲν τοὺς ὀφθαλμούς,
καὶ τὸ βλέμμα διέρριπται, καὶ τὸ πρόσωπον ὠχριᾷ
σπλάγχνον οὐκ αἰτιωμένη, τὴν διάνοιαν δὲ ἀλύει, καὶ τὸ
ἐπελθὸν ἀναφθέγγεται, καὶ ἀπροφάσιστον ἀγρυπνίαν
ὑφίσταται, καὶ τὸν ὄγκον ἀθρόως καθῄρηται; ζητητέος
σοι, Χαρίκλεις, ὁ ἰασόμενος. γένοιτο δ̓ ἂν μόνος ὁ ποθούμενος.
ὃ μὲν ταῦτα εἰπὼν ἀπῄει, πρὸς σὲ δὲ ἐγὼ
δρομαῖος τὸν ἐμὸν καὶ σωτῆρα καὶ θεόν, ὃν μόνον εὐεργετῆσαι
δύνασθαι κἀκείνη γινώσκει. πολλὰ γοῦν ἐμοῦ
δεομένου καὶ ἐξειπεῖν ὅ τι πάσχοι παρακαλοῦντος, ἓν
μόνον ἀπεκρίνατο, ὡς ἀγνοεῖ μὲν ὃ πέπονθεν, εἰδέναι
δὲ ὡς Καλάσιρις ἂν ἰάσαιτο μόνος: καὶ εἰσκαλεῖν σε
<pb n="p.105"/>

παῤ αὑτὴν ἱκέτευεν. ἐξ οὗ δὴ καὶ μάλιστα συνέβαλον
ὡς ὑπὸ τῆς σῆς σοφίας ἑάλωκεν. ἆῤ οὖν ὥσπερ ὅτι
ἐρᾷ, πρὸς αὐτὸν ἐγώ, καὶ τὸ τίνος ἔχοις ἂν λέγειν; οὐ
μὰ τὸν Ἀπόλλω, ἔφη: πῶς γὰρ ἂν ἢ πόθεν τοῦτο εἰδείην;
ηὐχόμην δὲ Ἀλκαμένους αὐτὴν ἐρᾶν ἢ πάντα
χρήματα, τοῦ τῆς ἀδελφῆς παιδὸς τῆς ἐμῆς, ὃν πάλαι
αὐτῇ νυμφίον, ὅσα γε εἰς βούλησιν ἥκειν τὴν ἐμήν,
κατηγγύησα. ἐμοῦ δὲ εἰπόντος ὡς ἔξεστι πεῖραν λαμβάνειν,
εἰσάγοντα παῤ αὐτὴν καὶ δεικνύντα τὸ μειράκιον,
ἐπαινέσας ἀπῄει. καὶ περὶ πλήθουσαν ἀγορὰν αὖθίς
μοι συντυχών, ἀνιαρὸν ἀκούσῃ πρᾶγμα, ἔλεγεν. ἡ
παῖς δαιμονᾶν ἔοικεν: οὕτως ἀλλόκοτόν τι τὸ κατ̓ αὐτήν.
εἰσῆγον, ὡς ἐκέλευσας, τὸν Ἀλκαμένη καὶ ἁβρότερον
ἐδείκνυον: ἣ δέ, ὥσπερ τὴν Γοργοῦς θεασαμένη
κεφαλὴν ἤ τι τῶν ἀτοπωτέρων, ὀξύ τι καὶ μέγα ἀνέκραγε,
καὶ τὴν ὄψιν πρὸς θάτερα τοῦ οἰκήματος ἀπέστρεφε,
καὶ τὰς χεῖρας ὡς βρόχον ἐπάγουσα τῷ τραχήλῳ διαχρήσασθαι
ἠπείλει, καὶ ἐπώμνυεν, εἰ μὴ θᾶττον ἐξίοιμεν.
ἐκείνης μὲν δὴ καὶ λόγου θᾶττον ἀπηλλάγημεν: τί γὰρ
καὶ ἔδει ποιεῖν, ἀτοπίαν τοσαύτην ὁρῶντας; σοῦ δὲ ἱκέται
καὶ πάλιν γινόμεθα, μήτ̓ ἐκείνην περιιδεῖν ἀπολλυμένην
μήτε ἡμᾶς τῶν κατ̓ εὐχὰς ἀποτυγχάνοντας. ὦ
Χαρίκλεις, ἔφην, οὐ διήμαρτες εἰπὼν δαιμονᾶν τὴν κόρην:
ὀχλεῖται γὰρ ὑπὸ δυνάμεων ἃς αὐτὸς κατέπεμψα,
καὶ τούτων οὐκ ἐλαχίστων, ἀλλ̓ ἃς εἰκὸς ἦν ἐκείνην, ἃ
μήτε ἐπεφύκει μήτε ἐβούλετο, καταναγκάσαι πράττειν.
ἀλλά μοι ἀντίθεός τις ἔοικεν ἐμποδίζειν τὴν πρᾶξιν καὶ
διαμάχεσθαι πρὸς τοὺς ἐμοὺς ὑπηρέτας, ὥστε ὥρα σοι
πάντως ἐπιδεικνύναι μοι τὴν ταινίαν ἣν τῇ παιδὶ συνεκτεθεῖσαν
ὑποδεδέχθαι μετὰ τῶν ἄλλων γνωρισμάτων
ἔλεγες: ὡς ἔγωγε δέδοικα μή τινος ἐμπέπλησται γοητείας
καὶ μαγγανείαις τυγχάνει τραχυνούσαις τὴν ψυχὴν
<pb n="p.106"/>

ἀνάγραπτος, ἐχθροῦ τινὸς αὐτὴν ἐξ ἀρχῆς ἀνέραστον
ἀποβιῶναι καὶ ἄγονον ἐπιβουλεύσαντος.</p></div></div></div></body></text></TEI>