<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="6"><p> ὀλίγον οὖν ἐπισχοῦσα πρὸς ταῦτα, καὶ μυρίας τοῦ
νοῦ τροπάς τε καὶ ὁρμὰς ἐκ τῶν ὄψεων ἐμφήνασα, συγχώρησον,
ἔφη, μοι τὸ τήμερον: ἀκούσῃ δὲ εἰσαῦθις, εἰ
μὴ γνοίης προλαβὼν ἅτε μαντικὸς εἶναι βουλόμενος. </p><p>ἐξῄειν αὐτόθεν ἀναστάς, ἐνδιδοὺς τῇ κόρῃ διαιτῆσαι
ἐν τῷ μεταξὺ τῆς ψυχῆς τὸ αἰδούμενον. ὁ δὲ Χαρικλῆς
ὑπήντα, καὶ τί φράζειν ἔχεις ἠρώτα. πάντα δεξιῶς,
ἔλεγον: εἰς γὰρ τὴν ὑστεραίαν τοῦ μὲν ἐνοχλοῦντος πάθους
ἀπαλλάξεται, ἕτερον δέ τι τῶν σοι καθ̓ ἡδονὴν
ὑποστήσεται: κωλύει δὲ οὐδὲν καὶ ἰατρῶν τινὰ εἰσκαλεῖν.
ἀπέτρεχον ταῦτα εἰπών, τοῦ μή τι πλέον τὸν Χαρικλέα
πυθέσθαι. μικρὸν δὲ ὅσον τοῦ δωματίου προήκων
ὁρῶ τὸν Θεαγένην αὐτοῦ που περὶ τὸν νεὼν καὶ
τὸν περίβολον εἰλούμενον καὶ πρὸς ἑαυτὸν διαλεγόμενον,
ὥσπερ ἀποχρῶν αὐτῷ καὶ μόνην τὴν οἴκησιν τῆς
Χαρικλείας περισκοπεῖν. ἐκτραπόμενος οὖν παρῄειν,
ὥσπερ οὐχ ἑωρακώς. ὃ δὲ χαῖρε εἶπεν, ὦ Καλάσιρι, καὶ
ἄκουε: σὲ γάρ τοι περιέμενον. ἀνέστρεφον ἀθρόον, καὶ
Θεαγένης ἔλεγον ὁ καλός: ἀλλ̓ οὐχ ἑωράκειν. ποῖος καλός,
ἔφη, ὁ Χαρικλείᾳ μὴ ἀρεστός; ἠγανάκτουν ἐγὼ μέχρι
τῶν ὄψεων, καὶ οὐ παύσῃ ἔλεγον ὑβρίζων ἐμέ τε καὶ
τὴν ἐμὴν τέχνην, ὑφ̓ ἧς ἥλωκεν ἤδη καὶ ἐρᾶν σου κατηνάγκασται,
καὶ ὁρᾶν ὥσπερ τινὰ τῶν κρειττόνων εὔχεται.
τί λέγεις, ἔφη, ὦ πάτερ: ὁρᾶν ἐμὲ Χαρίκλεια; τί
οὖν οὐκ ἄγεις ἤδη παῤ αὐτήν; καὶ ἅμα προέτρεχεν.
ἐπιλαβόμενος οὖν τῆς χλαμύδος, στῆθι, ἔφην, οὗτος, εἰ
καὶ ὀξὺς δραμεῖν: οὐ γὰρ ἅρπαγμα τὸ πρᾶγμα, οὐδὲ εὔωνον
καὶ τῶν ἐν μέσῳ, τῷ βουλομένῳ προκείμενον, ἀλλὰ
πολλῆς μὲν βουλῆς, ὥστε πρεπόντως ἀνυσθῆναι, πολλῆς
δὲ διασκευῆς, ὥστε ἀσφαλῶς πραχθῆναι, δεόμενον. ἢ
τὸν πατέρα τῆς κόρης ἠγνόηκας, ὡς Δελφῶν ἐστὶ τὰ
<pb n="p.103"/>

πρῶτα; τοὺς δὲ νόμους οὐκ ἐννοεῖς, οἳ θάνατον τοῖς
τοιούτοις ἐπιβάλλουσιν; ἐγώ, εἶπε, καὶ τελευτᾶν οὐ διαφέρομαι
τυχὼν Χαρικλείας. ἀλλ̓ ὅμως, εἰ δοκεῖ, πρὸς
γάμον αἰτῶμεν, τῷ πατρὶ προσιόντες: οὐ γὰρ δὴ μὴ
ἀνάξιοί γε ὄντες τῷ Χαρικλεῖ κηδεύσομεν. οὐκ ἂν τύχοιμεν,
ἔφην: οὐχ ὅτι τῶν κατὰ σέ τι δυνατὸν ἐπιμέμψασθαι,
ἀλλ̓ ὁ Χαρικλῆς ἀδελφῆς ἑαυτοῦ παιδὶ τὴν
κόρην πάλαι κατηγγύησεν. οἰμώξει, ἔφη Θεαγένης, ὅς
τις ποτέ ἐστιν. οὐ γάρ τις ἐμοῦ ζῶντος ἕτερος θαλαμεύσει
Χαρίκλειαν: οὐχ οὕτως ἥδε ἡ χεὶρ καὶ ξίφος τοὐμὸν
ἀργήσει. παῦσαι, ἔφην: οὐδενὸς δεήσει τοιούτου:
μόνον ἐμοὶ πείθεσθαι, καὶ πράττειν ὡς ἂν ὑφηγήσωμαι.
νῦν δὲ ἀποχώρει, καὶ φυλάττου συνεχῶς φαίνεσθαι
πλησιάζων, ἀλλ̓ ἐφ̓ ἡσυχίας καὶ μόνος ποιοῦ τὰς ἐντεύξεις.
ἀπῄει κατηφής.</p></div></div></div></body></text></TEI>