<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="5"><p> τὸ δὲ
ὅποι παραπεμπτέον αὐτούς, μίαν μόνην λύσιν εὕρισκον,
εἴ πῃ δυνηθείην ἐπιτυχεῖν τῆς συνεκτεθείσης τῇ Χαρικλείᾳ
ταινίας, ἐν ᾖ τὸ κατ̓ αὐτὴν διήγημα κατεστίχθαι
ὁ Χαρικλῆς ἀκηκοὼς ἔλεγεν: εἰκὸς γὰρ εἶναι καὶ πατρίδα
καὶ τοὺς ὑπονοηθέντας ἤδη παῤ ἐμοῦ γεννήτορας
τῆς κόρης ἐντεῦθεν ἐκμαθεῖν, καὶ ἴσως ἐκεῖ πέμπεσθαι
αὐτοὺς ὑπὸ τῆς εἱμαρμένης. ὄρθριος γοῦν παρὰ
τὴν Χαρίκλειαν ἥκων ἄλλους τε τῶν οἰκείων καταλαμβάνω
δεδακρυμένους, καὶ οὐχ ἥκιστα τὸν Χαρικλέα.
πλησιάσας οὖν, τίς ὁ θόρυβος, διηρώτων. ὃ δέ, ἐπέτεινεν
ἡ νόσος, ἔφη, τῆς θυγατρός, καὶ χαλεπωτέρας ἢ
πρότερον πεπείραται τῆς παρηκούσης νυκτός. ἀνίστω,
ἔφην, καὶ οἱ λοιποὶ πάντες ἔξιτε. τρίποδά τις καὶ δάφνην
καὶ πῦρ καὶ λιβανωτὸν παραθέσθω μόνον. ὀχλείτω
δὲ μηδὲ εἷς, ἕως ἂν προσκαλέσωμαι. προσέταττε ταῦτα
ὁ Χαρικλῆς, καὶ ἐγένετο. κἀπειδὴ σχολῆς ἐλαβόμην, ἠρχόμην
ὥσπερ ἐπὶ σκηνῆς τῆς ὑποκρίσεως, καὶ τόν τε λιβανωτὸν
ἐθυμίων, καί τινα δῆθεν ψιθύροις τοῖς χείλεσι
κατευξάμενος τὴν δάφνην ἐκ κεφαλῆς εἰς πόδας ἄνω
καὶ κάτω πυκνὰ τῆς Χαρικλείας ἐπεσόβουν. καὶ ὑπνῶδές
τι, μᾶλλον δὲ γραῶδες ἐπιχασμώμενος ὀψὲ καὶ βραδέως
<pb n="p.101"/>

ἐπαυσάμην, πολύν τινα λῆρον ἐμαυτοῦ τε καὶ τῆς
κόρης καταχέας. ἣ δὲ πυκνὰ τὴν κεφαλὴν ἐπέσειε καὶ
σεσηρὸς ὑπεμειδία, πλανᾶσαί με τὴν ἄλλως καὶ τὴν
νόσον ἀγνοεῖν ἐνδεικνυμένη. καθεσθεὶς δὴ πλησίον,
θάρσει θύγατερ ἔλεγον: εὐτελὴς ἡ νόσος, καὶ ἰαθῆναι
ῥᾳδία. βασκανία σου καθήψατο, τάχα μὲν καὶ ὅτε ἐπόμπευες,
πλέον δὲ ὅτε ἐβράβευες. ἐγὼ δὲ καὶ ὑπονοῶ τὸν
μᾶλλον βασκήναντα. Θεαγένης ἐστίν, ὁ τὸ ἐνόπλιον
δραμών. οὐκ ἔλαθέ με παρατηρῶν σε πολλάκις καὶ τὸν
ὀφθαλμὸν ἰταμώτερον ἐπιβάλλων. ἣ δέ, ἐκεῖνος μέν,
εἴτε οὕτως εἶδεν εἴτε μή, πολλὰ χαιρέτω: τίνων δέ ἐστιν,
ἢ πόθεν; ὅτι πολλοὺς ἑώρων περὶ αὐτὸν ἐπτοημένους.
ὡς μὲν Θετταλὸς τὸ γένος, ἔφην, ἔφθης ἀκούσασα καὶ
τοῦ κήρυκος, ὅτε αὐτὸν ἀνηγόρευσεν: ἀναφέρει δὲ αὑτὸν
εἰς Ἀχιλλέα πρόγονον. καί μοι ἐπαληθεύειν ἔοικεν,
εἰ δεῖ τῷ μεγέθει καὶ τῷ κάλλει τοῦ νεανίου τεκμαίρεσθαι,
πιστουμένῳ τὴν Ἀχίλλειον εὐγένειαν: πλὴν ὅσον
οὐχ ὑπέρφρων οὐδ̓ ἀγήνωρ κατ̓ ἐκεῖνον, ἀλλὰ τῆς διανοίας
τὸν ὄγκον ἡδύτητι καταπραΰνων. ἀλλὰ καίπερ
τοιοῦτος ὢν πάθοι δριμύτερα ὧν δέδρακεν, ἐπίφθονον
ἔχων τὸ βλέμμα καί σε τῇ θέᾳ καταβασκήνας. ὦ πάτερ,
ἔφη, σοὶ μὲν χάρις ὑπεραλγοῦντι τὰ ἡμέτερα: τί δὲ καταρᾷ
μάτην τῷ τάχα οὐδὲν ἠδικηκότι; νοσῶ γὰρ οὐ βασκανίαν
ἀλλ̓ ἑτέραν τινά, ὡς ἔοικε, νόσον. εἶτα ἀποκρύπτεις,
ἔφην, ὦ τέκνον, ἀλλ̓ οὐχὶ θαρσοῦσα λέγεις,
ὅπως ἂν καὶ βοηθείας εὐπορήσαιμεν; οὐχὶ πατήρ εἰμί
σοι τὴν ἡλικίαν, καὶ πλέον τὴν εὔνοιαν; οὐ πατρὶ τῷ
σῷ γνώριμος καὶ ὁμόψυχος; ἔκφαινε ὃ κάμνεις. ἔχεις
ἐν ἐμοὶ τὸ πιστόν, εἰ βούλει, καὶ ἐνώμοτον. λέγε θαρσήσασα,
μηδὲ χορήγει τῷ λυποῦντι μέγεθος σιωπῶσα. πάθος
γὰρ ἅπαν τὸ μὲν ὀξέως γινωσκόμενον εὐβοήθητον,
τὸ δὲ χρόνῳ παραπεμπόμενον ἐγγὺς ἀνίατον: τροφὴ
<pb n="p.102"/>

γὰρ νόσων ἡ σιωπή, τὸ δὲ ἐκλαλούμενον εὐπαραμύθητον.
</p></div></div></div></body></text></TEI>