<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="4"><p>ἐπεὶ δὴ μέσον ὦ Κνήμων ἠνύετο τὸ στάδιον, ὀλίγον
ἐπιστρέψας καὶ ὑποβλέψας τὸν Ὄρμενον ἀνακουφίζει
τὴν ἀσπίδα πρὸς ὕψος, καὶ τὸν αὐχένα διεγείρας, τὸ
βλέμμα τε ὅλον εἰς τὴν Χαρίκλειαν τείνας, καθάπερ βέλος
ἐπὶ σκοπὸν ἐφέρετο, καὶ τοσοῦτον παρέφθη τὸν
Ἀρκάδα ὀργυιῶν πλῆθος, ὃ διαλεῖπον εἰς ὕστερον ἐμετρήθη.
προσδραμὼν οὖν τῇ Χαρικλείᾳ πολύς τε ἐξεπίτηδες
εἰς τὸ στέρνον ἐμπίπτει, τοῦ δρόμου δῆθεν τὴν
ῥύμην οὐκ ἐνεγκών, καὶ τὸν φοίνικα κομιζόμενος οὐκ
ἔλαθέ με τὴν χεῖρα τῆς κόρης φιλῶν.</p><p>ἀπέσωσας, εἶπεν ὁ Κνήμων, ὅτι καὶ ἐνίκησε καὶ
ἐφίλησεν. ἀλλὰ τίνα δὴ τὰ ἑξῆς; οὐ μόνον ἀκουσμάτων
ἀκόρεστος ἄρα ἦσθα ὦ Κνήμων, ἀλλὰ καὶ ὕπνῳ
δυσάλωτος. ἤδη γοῦν οὐκ ὀλίγης μοίρας τῆς νυκτὸς
παρῳχηκυίας ἀντέχεις ἐγρηγορὼς καὶ τὴν διήγησιν μηκυνομένην
οὐκ ἀποκναίεις. ἐγὼ καὶ Ὁμήρῳ μέμφομαι,
ὦ πάτερ, ἄλλων τε καὶ φιλότητος κόρον εἶναι φήσαντι,
πράγματος ὃ κατ̓ ἐμὲ κριτὴν οὐδεμίαν φέρει πλησμονήν,
οὔτε καθ̓ ἡδονὴν ἀνυόμενον οὔτε εἰς ἀκοὴν ἐρχόμενον.
εἰ δέ τις καὶ τοῦ Θεαγένους καὶ Χαρικλείας
ἔρωτος μνημονεύοι, τίς οὕτως ἀδαμάντινος ἢ σιδηροῦς
τὴν καρδίαν ὡς μὴ θέλγεσθαι καὶ εἰς ἐνιαυτὸν ἀκούων;
ὥστε ἔχου τῶν ἑξῆς.</p><p>ὁ μὲν Θεαγένης ὦ Κνήμων ἐστεφανοῦτο καὶ νικῶν
ἀνηγορεύετο, καὶ παρεπέμπετο ὑπὸ ταῖς πάντων εὐφημίαις:
ἡ Χαρίκλεια δὲ ἥττητο λαμπρῶς, καὶ δεδούλωτο
<pb n="p.100"/>

τῷ πόθῳ πλέον ἢ πρότερον, αὖθις ἰδοῦσα τὸν Θεαγένην.
ἡ γὰρ τῶν ἐρωτικῶν ἀντίβλεψις ὑπόμνησις τοῦ
πάσχοντος γίνεται, καὶ ἀναφλέγει τὴν διάνοιαν ἡ θέα,
καθάπερ ὕλη πυρὶ γινομένη. κἀκείνη μὲν οἴκαδε ἐλθοῦσα
συνήθη νύκτα ταῖς προτέραις ἢ καὶ δριμυτέραν
διῆγεν, ἐγὼ δὲ αὖθις ἄυπνος ἦν, τήν τε φυγὴν ὅποι
τραπόμενοι λάθοιμεν ἂν ἐπισκοπῶν, καὶ πρὸς τίνα χώραν
ἄρα πέμποι τοὺς νέους ὁ θεὸς ἐννοῶν. τὸν μὲν δὴ
δρασμὸν ἔγνων κατὰ θάλατταν εἶναι ποιητέον, ἀπὸ τοῦ
χρησμοῦ τὸ συνοῖσον λαβών, ἔνθα ἔφασκεν αὐτοὺς κῦμα
τεμόντας ἵξεσθ̓ ἠελίου πρὸς χθόνα κυανέην: </p></div></div></div></body></text></TEI>