<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="3"><p> ταῦτα εἶπε καὶ ἀνήλατο, παρελθών τε εἰς μέσους τό
τε ὄνομα προσήγγελλε καὶ τὸ ἔθνος ἐδήλου καὶ τοῦ δρόμου
τὴν χώραν ἐκληροῦτο, καὶ τὴν πανοπλίαν ἐνδὺς
ἐφειστήκει τῇ βαλβῖδι, τὸν δρόμον ἀσθμαίνων καὶ τὸ
παρὰ τῆς σάλπιγγος ἐνδόσιμον ἄκων καὶ μόγις ἀναμένων,
σεμνόν τι θέαμα καὶ περίβλεπτον, καὶ οἷον Ὅμηρος
τὸν Ἀχιλλέα τὴν ἐπὶ Σκαμάνδρῳ μάχην ἀθλοῦντα
παρίστησιν. ἐκεκίνητο μὲν δὴ καὶ πᾶσα πρὸς τὸ παράδοξον
ἡ Ἑλλάς, καὶ Θεαγένει νίκην ηὔχετο, καθάπερ
αὐτός τις ἕκαστος ἀγωνιζόμενος: ἐπακτικὸν γάρ τι καὶ
πρὸς τῶν ὁρώντων εἰς εὔνοιαν τὸ κάλλος: κεκίνητο δὲ
ἡ Χαρίκλεια πρὸς πᾶσαν ὑπερβολήν, καὶ εἶδον ἐκ πολλοῦ
παρατηρῶν παντοίας μεταβαλλομένην ἰδέας. ὡς
γὰρ εἰς ἀκοὴν πάντων ὁ κῆρυξ τοὺς δραμουμένους κατήγγειλεν
ἀνεῖπέ τε <q>Ὄρμενος Ἀρκὰς καὶ Θεαγένης
Θετταλός,</q> ἔσχαστο μὲν ἡ ὕσπληξ, τέτατο δὲ ὁ δρόμος
μικροῦ καὶ τὴν τῶν ὀφθαλμῶν κατάληψιν ὑποτέμνων.
ἐνταῦθα οὐδὲ ἀτρεμεῖν ἔτι κατεῖχεν ἡ κόρη, ἀλλ̓ ἐσφάδαζεν
ἡ βάσις καὶ οἱ πόδες ἐσκίρτων, ὥσπερ, οἶμαι, τῆς
ψυχῆς τῷ Θεαγένει συνεξαιρομένης καὶ τὸν δρόμον συμπροθυμουμένης.
οἱ μὲν δὴ θεαταί, μετέωρος ἅπας ἐπὶ
τὸ μέλλον καὶ ἀγωνίας ἀνάμεστος, ἐγὼ δὲ καὶ πλέον,
<pb n="p.99"/>

ἅτε δή μοι λοιπὸν ὡς παιδὸς ὑπερφροντίζειν
προῃρημένῳ.</p><p>οὐδὲν θαυμαστόν, ἔφη ὁ Κνήμων, ὁρῶντας καὶ
παρόντας ἀγωνιᾶν, ὅτε κἀγὼ νυνὶ περὶ τῷ Θεαγένει
δέδια. καί σου δέομαι θᾶττον, εἰ νικῶν ἀνηγορεύθη,
διελθεῖν.</p></div></div></div></body></text></TEI>