καὶ τῷ μὲν ἠρεμεῖν ἐπέταττον, πρὸς δὲ τὴν κλῆσιν τοῦ κήρυκος παρῄει τις εὐσταλῶς ὡπλισμένος, μέγα τε φρονῶν καὶ μόνος ἐπίδοξος, ὡς ἐδόκει, καὶ πολλοὺς ἤδη πρότερον ἀγῶνας ἀναδησάμενος, τότε δὲ τὸν ἀνταγωνιούμενον οὐκ ἔχων, οὐδενός, οἶμαι, θαρρήσαντος τὴν ἅμιλλαν. ἀπέπεμπον οὖν αὐτὸν οἱ Ἀμφικτύονες: οὐ γὰρ ἐπιτρέπειν τὸν νόμον οὐκ ἀγωνισαμένῳ στέφανον ἀποκληροῦν. ὃ δὲ καλεῖσθαι τὸν βουλόμενον ὑπὸ τοῦ κήρυκος εἰς τὴν ἀγωνίαν ἠξίου. ἐπέταττον οἱ ἀθλοθέται, καὶ ἀνεῖπεν ὁ κῆρυξ ἥκειν τὸν ἐπελευσόμενον. ὁ δὲ Θεαγένης οὗτος ἐμὲ καλεῖ πρός με ἔφησεν, ἐμοῦ δέ πῶς τοῦτο λέγεις εἰπόντος, οὕτως, εἶπεν, ὡς ἔσται, ὦ πάτερ: οὐ γάρ τις ἐμοῦ παρόντος καὶ ὁρῶντος ἕτερος ἐκ τῶν Χαρικλείας χειρῶν τὸ νικητήριον ἀποίσεται τὴν δ̓ ἀποτυχίαν, ἔφην, καὶ τὴν ἐκ ταύτης ἀδοξίαν οὐδαμοῦ τίθεσαι; καὶ τίς, εἶπεν, οὕτως ἰδεῖν καὶ πλησιάσαι Χαρικλείᾳ μανικῶς ἐσπούδακεν ὥστε με παραδραμεῖν; τίνα δὲ οὕτως ἡ ὄψις ἐκείνης τάχα καί πτερῶσαι δύναται καὶ μετάρσιον ἐπισπάσασθαι; οὐκ οἶσθα ὅτι καὶ τὸν Ἔρωτα πτεροῦσιν οἱ γράφοντες, τὸ εὐκίνητον τῶν ὑπ̓ αὐτοῦ κεκρατημένων αἰνιττόμενοι; εἰ δέ τι δεῖ καὶ κόμπου προσεῖναι τοῖς εἰρημένοις, οὐδεὶς ἐς τὴν τήμερον ποσί με παρελθὼν ἐσεμνύνατο.