ἱδρῶτι πολλῷ διερρεῖτο τούτων εἰρημένων, ὦ Κνήμων, καὶ δήλη παντοίως ἦν χαίρουσα μὲν ἐφ̓ οἷς ἤκουσεν, ἀγωνιῶσα δὲ ἐφ̓ οἷς ἤλπιζεν, ἐρυθριῶσα δὲ ἐφ̓ οἷς ἑάλωκεν. οὐκ ὀλίγον οὖν ἐφησυχάσασα χρόνον, ὦ πάτερ, ἔφη, γάμον ὀνομάζεις, καὶ τοῦτον αἱρεῖσθαι προτρέπεις, ὥσπερ δῆλον ὂν ἢ τὸν πατέρα συνθησόμενον ἢ τὸν ἐμοὶ πολέμιον ἀντιποιησόμενον. τὸ μὲν κατὰ τὸν νεανίαν ἔρρωται ἡμῖν, ἔφην: καὶ πλέον ἣ σὺ τάχα κἀκεῖνος ἑάλωκεν, ἀπὸ τῶν ὁμοίων σοι κεκινημένος. ὡς γὰρ ἔοικεν, αἱ ψυχαί πως ὑμῖν ἀπὸ πρώτης ἐντεύξεως τὰς ἀλλήλων ἀξίας ἐγνώρισαν καὶ πρὸς τὸ ἴσον πάθος κατηνέχθησαν. ἐπέτεινα δὲ αὐτῷ κἀγώ, σοὶ χαριζόμενος, σοφίᾳ τὴν ἐπιθυμίαν. ὁ δὲ νομιζόμενός σοι πατὴρ ἄλλον εὐτρεπίζεται νυμφίον, Ἀλκαμένην, ὃν οὐκ ἠγνόηκας. ἣ δέ, Ἀλκαμένει μέν, ἔφη, τάφον πρότερον ἢ γάμον τὸν ἐμὸν εὐτρεπιζέτω: ἐμὲ γὰρ ἢ Θεαγένης ἄξεται ἢ τὸ τῆς εἱμαρμένης διαδέξεται: σὺ δ̓, ὅτι μὴ ἔστι μοι πατὴρ ἀλλὰ νομίζεται Χαρικλῆς, ἱκετεύω, λέγε πόθεν ἐγνώρισας. ἐκ ταύτης, ἔφην, ἐπιδείξας τὴν ταινίαν. ἔσχες δὲ πόθεν ἢ ὅπως; ἐξ οὗ γάρ με κατὰ τὴν Αἴγυπτον παρὰ τοῦ θρεψαμένου λαβών, οὐκ οἶδ̓ ὅπως, δεῦρο ἤγαγεν, ἀφελόμενος εἶχεν ἀποκειμένην ἐν κιστίδι τοῦ μὴ τὸν χρόνον αὐτῇ λυμήνασθαι. τὸ μὲν ὅπως ταύτην ἐκομισάμην εἰσαῦθις, ἔφην, ἀκούσῃ: τὸ δὲ παρόν, εἰ τὰ ἐγγεγραμμένα γνωρίζεις, εἰπέ μοι. τῆς δὲ οὐκ εἰδέναι, πόθεν; ὁμολογούσης, γένος, ἔλεγον, καὶ ἔθνος τὸ σὸν καὶ τύχην φράζει. ὡς δὲ ἀνακαλύπτειν ὅσα ἔχω γινώσκειν ἱκέτευεν, ἔλεγον ἅπαντα, τήν τε γραφὴν ἐπιὼν ἐν μέρει καὶ πρὸς ἔπος ἑρμηνεύων.