<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="4"><div type="textpart" subtype="chapter" n="10"><p> μεταστησάμενος οὖν τοὺς παρόντας,
καὶ μηδένα διοχλεῖν ἐπιστείλας ὡς δή τινας εὐχὰς
καὶ ἐπικλήσεις τῇ κόρῃ προσάξων, ὥρα σοι, ἔφην, ὦ
Χαρίκλεια, λέγειν ὃ πάσχεις ʽοὕτω γὰρ ὑπέσχου τῇ προτεραίᾀ
καὶ μὴ κρύπτειν ἄνδρα σοί τε εὔνουν καὶ γνῶναι
τὰ πάντα καὶ σιωπώσης οὐκ ἀδύνατον. ἣ δὲ λαβομένη
μου τῆς χειρὸς ἐφίλει τε καὶ ἐπεδάκρυε, καὶ ὦ
σοφὲ Καλάσιρι, τοῦτο πρῶτον εὐεργέτησον, ἔλεγεν: ἔασον
με σιωπῶσαν δυστυχεῖν, αὐτὸς ὡς βούλει γνωρίσας
τὴν νόσον, καὶ τὴν γοῦν αἰσχύνην κερδαίνειν, κρύπτουσαν
ἃ καὶ πάσχειν αἰσχρὸν καὶ ἐκλαλεῖν αἰσχρότερον.
ὡς ἐμέ γε λυπεῖ μὲν καὶ ἡ νόσος ἀκμάζουσα, πλέον δὲ
τὸ μὴ κρατῆσαι τῆς νόσου τὴν ἀρχήν, ἀλλ̓ ἡττηθῆναι
πάθους ἀπειρημένου μὲν ἐμοὶ τὸν πρὸ τούτου πάντα
χρόνον, λυμαινομένου δὲ καὶ μέχρις ἀκοῆς τὸ παρθενίας
ὄνομα σεμνότατον. ἐπιρρωννὺς οὖν αὐτήν, ὦ θύγατερ,
ἔφην, δυοῖν ἕνεκα εὖ ποιεῖς ἀποκρύπτουσα τὰ κατὰ σαυτήν:
ἐγώ τε γὰρ οὐδὲν δέομαι μανθάνειν ἃ πάλαι παρὰ
<pb n="p.109"/>

τῆς τέχνης ἔγνωκα, σύ τε εἰκότα πάσχεις, ἐρυθριῶσα
λέγειν ἃ γυναιξὶ κρύπτειν εὐπρεπέστερον. ἀλλ̓ ἐπειδήπερ
ἅπαξ ἔρωτος ἐπῄσθου καὶ φανείς σε Θεαγένης
ᾕρηκε ʽτοῦτο γὰρ ὀμφή μοι θεῶν ἐμήνυσἐ, σὺ μὲν ἴσθι
μὴ μόνη καὶ πρώτη τὸ πάθος ὑποστᾶσα, ἀλλὰ σὺν πολλαῖς
μὲν γυναιξὶ τῶν ἐπισήμων σὺν πολλαῖς δὲ παρθένοις
τῶν τὰ ἄλλα σωφρόνων. μέγιστος γὰρ θεῶν ὁ
Ἔρως, καὶ ἤδη καὶ θεῶν αὐτῶν ποτὲ κρατεῖν λεγόμενος.
ἐπισκόπει δὲ ὅπως ἄριστα διαθήσῃ τὰ παρόντα:
ὡς τὸ μὲν ἀπείρατον γενέσθαι τὴν ἀρχὴν ἔρωτος εὔδαιμον,
τὸ δὲ ἁλόντα πρὸς τὸ σῶφρον τὸ βούλημα περιποιῆσαι
σοφώτατον. ὃ δὴ καὶ σοὶ βουλομένῃ πιστεύειν
ἔξεστι, καὶ τὸ μὲν ἐπιθυμίας αἰσχρὸν ὄνομα διώσασθαι,
τὸ δὲ συναφείας ἔννομον συνάλλαγμα προελέσθαι, καὶ
εἰς γάμον τρέψαι τὴν νόσον.</p></div></div></div></body></text></TEI>