ἐπειδὴ οὖν ἐπέστημεν τῇ Χαρικλείᾳ, τὰ μὲν πολλὰ τί ἄν τις λέγοι; ἐδεδούλωτο μὲν γὰρ ὁλοσχερῶς τῷ πάθει, καὶ τήν τε παρειὰν ἤδη τὸ ἄνθος ἔφευγε, καὶ τὸ φλέγον τοῦ βλέμματος καθάπερ ὕδασιν ἐῴκει τοῖς δάκρυσιν ἀποσβεννυμένῳ. κατέστελλε δ̓ οὖν ὅμως ἑαυτήν, ἐπειδήπερ ἡμᾶς ἐθεάσατο, καὶ πρὸς τὸ σύνηθες βλέμμα καὶ φθέγμα παντοίως ἐπανάγειν ἐβιάζετο. περιβαλὼν δὲ αὐτὴν ὁ Χαρικλῆς καὶ μυρία φιλήσας καὶ θεραπείας οὐδὲν ἀπολιπών, ὦ θυγάτριον, ὦ τέκνον, ἔλεγεν, ἐμὲ τὸν πατέρα κρύπτεις ὃ πάσχεις; καὶ βασκανίαν ὑποστᾶσα σιωπᾷς ὥσπερ ἀδικοῦσα καὶ οὐκ ἠδικημένη παρὰ τῶν κακῶς ἰδόντων σε ὀφθαλμῶν; ἀλλὰ θάρσει. παρακέκληται Καλάσιρις ὅδε ὁ σοφὸς ἴασιν τινά σοι πορίσασθαι. δυνατὸς δὲ ὁ ἀνήρ, ἄριστος ὤν, εἴπερ τις ἄλλος, τὴν θείαν τέχνην, ἅτε προφητικὸς τὸν βίον καὶ ἱεροῖς ἐκ παίδων ἀνακείμενος, καὶ τὸ μεῖζον εἰς προσθήκην, ἡμῖν ἐς τὰ μάλιστα φίλος. ὥστε εἰκότα ἂν ποιοίης, εἰ προσδέχοιό τε ἀκωλύτως, ἐπᾴδειν τε ἢ καὶ ἄλλως ἰᾶσθαι βουλομένῳ σαυτὴν παρέχοις, οὐδὲ ἄλλως οὖσα πρὸς τὸ λόγιον γένος ἀπρόσμικτος. ἐσιώπα μέν, ἐπένευσε δ̓ οὖν ἡ Χαρίκλεια, καθάπερ ἀσμένη τὴν ἐπ̓ ἐμοὶ συμβουλὴν προσιεμένη. καὶ τότε μὲν ἐπὶ τούτοις ἀπηλλάγημεν, ὑπομνήσαντός με τοῦ Χαρικλέους καὶ ὧν πρότερον παρεκάλεσεν ἐπιμεληθῆναι, καὶ φροντίζειν εἴ πῃ τῇ Χαρικλείᾳ δυναίμην ἔφεσίν τινα γάμων καὶ ἀνδρῶν ἐμποιῆσαι. ἀπέπεμπον οὖν εὔθυμον, οὐκ εἰς μακρὰν ἀνυσθήσεσθαι αὐτῷ τὴν βούλησιν ἐπαγγειλάμενος.