<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="3"><div type="textpart" subtype="chapter" n="18"><p> λιπαροῦντος δὴ περὶ τούτων καὶ μισθὸν ἅπασαν
<pb n="p.95"/>

ὑπισχνουμένου τὴν οὐσίαν, ἥκων τις παρὰ τοῦ Χαρικλέους,
δεῖταί σου Χαρικλῆς, ἔλεγεν, ἀφικέσθαι παῤ
αὐτόν: ἔστι δὲ πλησίον ἐνταῦθα ἐν τῷ Ἀπολλωνίῳ,
καὶ ὕμνον ἀποθύει τῷ θεῷ, τεταραγμένος τι κατὰ τοὺς
ὕπνους. ἐξανίσταμαι παραχρῆμα, καὶ τὸν Θεαγένην
ἀποπέμψας, ἐπὶ τὸν νεὼν ἀφικόμενος ἐπὶ θώκου τινὸς
καταλαμβάνω τὸν Χαρικλέα καθήμενον, ἄγαν περίλυπον
καὶ συνεχῶς ἐπιστένοντα. προσελθὼν οὖν, τί σύννους
καὶ σκυθρωπός, ἠρώτων. ὃ δέ, τί γὰρ οὐ μέλλω,
φησίν, ὀνειράτων τέ με διαταραξάντων, καὶ τῆς θυγατρός,
ὡς ἐπυθόμην, ἀηδέστερον διατεθείσης καὶ τὴν
νύκτα πᾶσαν ἄυπνον διαγαγούσης; ἐμὲ δὲ λυπεῖ μὲν
καὶ ἄλλως οὐχ ὑγιαίνουσα, πλέον δὲ ὅτι τῆς κυρίας τοῦ
ἀγῶνος εἰς τὴν ἑξῆς ἐνεστηκυίας, εἰς ἣν τοῖς ὁπλίταις
δρομεῦσι δᾷδας ἀναφαίνειν καὶ βραβεύειν τὴν ζάκορον
νόμιμον, δυοῖν θάτερον, ἢ ἀνάγκη ταύτην ἀπολιμπανομένην
λυμαίνεσθαι τὸ πάτριον, ἢ καὶ ἄκουσαν ἀφικνουμένην
ἐπιτρίβεσθαι χαλεπώτερον. ὥστε εἰ καὶ μὴ πρότερον,
ἀλλὰ νῦν γε ἐπαρκῶν καί τινα προσάγων ἴασιν
δικαίως μὲν ἂν πρὸς ἡμᾶς καὶ φιλίαν τὴν ἡμετέραν,
εὐσεβῶς δὲ πρὸς τὸ θεῖον ποιοίης. οἶδα ὡς οὐδὲν ἐργῶδες
βουλομένῳ σοι τὸ πρᾶγμα, βασκανίαν, ὡς αὐτὸς
ἔφης, ἰάσασθαι: προφήταις καὶ τὰ μέγιστα κατορθοῦν
οὐκ ἀδύνατον. ὡμολόγουν ἠμεληκέναι, σοφιστεύων καὶ
πρὸς ἐκεῖνον, καὶ τὴν παροῦσαν ἐνδοῦναι παρεκάλουν:
ἔχειν γάρ τι συνθεῖναι πρὸς τὴν ἴασιν. τὸ δὲ νυνὶ παρὰ
τὴν κόρην ἴωμεν, ἔφην, ἐπισκεψόμενοί τε ἀκριβέστερον
καὶ παραμυθησόμενοι πρὸς ὅσον δυνατόν. ἅμα δὲ
ὦ Χαρίκλεις βούλομαί σε καὶ λόγους τινὰς ὑπὲρ ἐμοῦ
κινῆσαι πρὸς τὴν παῖδα, καὶ γνωριμώτερον ἀποφῆναι
παρακαταθέμενον, ὅπως ἂν οἰκειότερον ἔχουσα πρός
<pb n="p.96"/>

με θαρραλεώτερον ἰώμενον προσίηται. γινέσθω ταῦτα,
ἔφη, καὶ ἀπίωμεν.</p></div></div></div></body></text></TEI>