καὶ τὰ μὲν κατὰ τὴν λίμνην καὶ τοὺς ἐνοικοῦντας αὐτῇ βουκόλους ὧδέ πως ἔχει: ἤδη δὲ ἡλίου πρὸς δυσμὰς ἰόντος ἀφικνοῦνται ἐπ̓ αὐτὴν οἱ ἀμφὶ τὸν λῄσταρχον. καὶ οἳ μὲν τῶν τε ἵππων ἀπεβίβαζον τοὺς νέους, καὶ τὴν λείαν ἐνετίθεντο τοῖς σκάφεσιν: ὁ δὲ πολὺς τῶν κατὰ χώραν μεινάντων λῃστῶν ὅμιλος, ἄλλος ἄλλοθεν τοῦ ἕλους ἐκδὺς ἀνεφαίνετο, καὶ συνέθεον καὶ τὸν λῄσταρχον οἱονεὶ βασιλέα τινὰ ἑαυτῶν προσαπαντῶντες ὑπεδέχοντο. τῶν δὲ λαφύρων τὸ πλῆθος ὁρῶντες, καὶ τὸ κάλλος τῆς κόρης θεσπέσιόν τι χρῆμα περισκοποῦντες, ἱερά τινα ἢ ναοὺς πολυχρύσους ἀποσεσυλῆσθαι παρὰ τῶν ὁμοτέχνων ὑπελάμβανον, προσαφῃρῆσθαι δὲ καὶ τὴν ἱέρειαν αὐτήν, ἢ καὶ αὐτὸ ἔμπνουν μετῆχθαι τὸ ἄγαλμα διὰ τῆς κόρης ὑπ̓ ἀγροικίας εἴκαζον: καὶ πολλὰ τὸν λῄσταρχον τῆς ἀνδραγαθίας εὐφημοῦντες, ἐπὶ τὴν οἴκησιν αὐτοῦ παρέπεμπον. ἣ δὲ νησίδιον ἦν ἄπωθεν τῶν ἄλλων, εἰς καταγώγιον μόνῳ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν ἀποτετμημένον. ἐνταῦθα ὡς κατήχθη, τοὺς μὲν πολλοὺς οἴκαδε ἀπιέναι προσέταττεν, εἰς τὴν ὑστεραίαν ἅπαντας ἥκειν ὡς αὑτὸν ἐπιστείλας: αὐτὸς δὲ σὺν ὀλίγοις τοῖς εἰωθόσιν ὑπολειφθείς, καὶ δείπνου πρὸς βραχὺ τοῖς τ̓ ἄλλοις μεταδοὺς καὶ αὐτὸς μεταλαβών, τοὺς μὲν νέους Ἕλληνί τινι παραδίδωσι νεανίσκῳ, οὐ πρὸ πολλοῦ παῤ αὐτοῖς αἰχμαλώτῳ γεγονότι, τοῦ διαλέγεσθαι ἕνεκεν, καλύβην τῆς ἑαυτοῦ πλησίον ἀποκληρώσας, τά τε ἄλλα ἐπιμεληθῆναι τοῦ νέου προστάξας καὶ τὴν κόρην ἀνύβριστον ἀπὸ πάντων διαφυλάττειν, αὐτὸς δὲ καμάτῳ τε τῆς ὁδοιπορίας βαρούμενος καὶ φροντίδι τῶν παρόντων συνεχόμενος πρὸς ὕπνον ἐτέτραπτο.