παραμείψαντες οὖν ὅσον δύο στάδια τὸν αἰγιαλόν, ἐκτραπέντες εὐθὺ τοῦ ὄρους πρὸς τὰ ὄρθια ἐχώρουν, τὴν θάλατταν ἐν δεξιᾷ ποιησάμενοι, καὶ ὑπερβάντες χαλεπῶς τὰς ἀκρωρείας ἐπί τινα λίμνην κατὰ θατέραν τοῦ ὄρους πλευρὰν ὑποτείνουσαν ἠπείγοντο. ἦν δὲ τοιάδε τις. Βουκόλια μὲν σύμπας κέκληται πρὸς Αἰγυπτίων ὁ τόπος, ἔστι δὲ κοιλὰς τῆς αὐτόθι γῆς, τοῦ Νείλου ὑπερεκχύσεις τινὰς ὑποδεχομένη καὶ λίμνη γινομένη, τὸ μὲν κατὰ μέσου βάθος ἄπειρος, ἐπὶ δὲ τὰς ἄκρας εἰς ἕλος ἀποτελευτῶσα: ὃ γὰρ ταῖς θαλάτταις αἰγιαλοί, τοῦτο ταῖς λίμναις τὰ ἕλη γίνεται. ἐν δὴ τούτοις ὅσον Αἰγυπτίων λῃστρικὸν πολιτεύεται. ὃ μὲν ἐπὶ γῆς ὀλίγης, εἴ πῄ τις ὑπερέχει τοῦ ὕδατος, καλύβην πηξάμενος, ὃ δὲ ἐπὶ σκάφους βιοτεύει, πορθμεῖον τὸ αὐτὸ καὶ οἰκητήριον ἔχων. ἐπ̓ αὐτοῦ μὲν αὐτοῖς αἱ γυναῖκες ἐριθεύουσιν, ἐπ̓ αὐτοῦ δὲ ἀποτίκτουσιν. ἐπὰν δὲ γένοιτο παιδίον, τὰ μὲν πρῶτα τῷ μητρῴῳ γάλακτι, τὰ δὲ ἀπὸ τούτου τοῖς ἀπὸ τῆς λίμνης ἰχθύσι πρὸς ἥλιον ὀπτωμένοις ἐκτρέφει. ἕρπειν δὲ ὀρεγόμενον εἰ αἴσθοιτο, ἱμάντα τῶν σφυρῶν ἐξάψας, ὅσον ἐπ̓ ἄκρου τοῦ σκάφους ἢ τῆς καλιᾶς προβαίνειν ἐπέτρεψε, καινόν τινα χειραγωγὸν αὐτῷ τὸν δεσμὸν τοῦ ποδὸς ἐπιστήσας.