<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="33"><p> ἀγανακτήσαντες δὲ ὅτι τῶν ἀλλοτρίων ἐστέρηντο, καὶ
τὴν ἀφαίρεσιν τῶν σύλων ὡς ἰδίων περιαλγήσαντες,
τούς τε ὑπολειφθέντας αὑτῶν οἴκοι συλλεξάμενοι
καὶ τὰς πέριξ ὁμοίως κώμας ἐπικαλεσάμενοι ἐπὶ ὁμοίᾳ
καὶ ἴσῃ τῶν ληφθησομένων διανομῇ, τῆς μὲν ἐφόδου
κατέστησαν ἡγεμόνες, τὸν δὲ Θύαμιν ἐζώγρουν κατὰ
τοιάνδε τινὰ αἰτίαν. Πετόσιρις ἀδελφὸς ἦν αὐτῷ κατὰ
τὴν Μέμφιν. οὗτος ἐπιβουλῇ τὴν ἱερωσύνην τῆς προφητείας
παρὰ τὸ πάτριον τὸν Θύαμιν παρελόμενος νεώτερος
αὐτὸς ὤν, τὸν προγενέστερον ἐξάρχειν λῃστρικοῦ
πυνθανόμενος, δεδιὼς μὴ καιροῦ λαβόμενος ἐπέλθοι
ποτὲ ἢ καὶ χρόνος τὴν ἐπιβουλὴν φωράσειεν, ἅμα δὲ
καὶ δἰ ὑποψίας εἶναι παρὰ τοῖς πολλοῖς αἰσθανόμενος
ὡς ἀνῃρηκὼς τὸν Θύαμιν οὐ φαινόμενον, χρήματα
πάμπολλα καὶ βοσκήματα τοῖς ζῶντα προσκομίσασιν εἰς
τὰς κώμας τὰς λῃστρικὰς διαπέμπων ἐπεκήρυξεν: ὑφ̓
ὧν ἁλόντες οἱ λῃσταί, καὶ μηδὲ παρὰ τὸ ζέον τῆς μάχης
τῆς μνήμης τὸ κέρδος ἀποβαλόντες, ἐπειδή τις ἐγνώρισε,
πολλῶν θανάτων ἐζώγρησαν καὶ τὸν μὲν δέσμιον
ἐπὶ τὴν γῆν παραπέμπουσι, τὴν ἡμίσειαν αὑτῶν μοῖραν
εἰς τὴν φυλακὴν ἀποκληρώσαντες, καὶ πολλὰ τῆς δοκούσης
φιλανθρωπίας ἐπιμεμφόμενον, καὶ τὸν δεσμὸν
ἀγανακτοῦντα μᾶλλον ἢ θάνατον. οἱ δὲ ὑπόλοιποι πρὸς
τὸ νησίον ἐτράπησαν ὡς τὰ ἐπιζητούμενα κειμήλια καὶ
σῦλα κατ̓ αὐτὸ εὑρήσοντες. ὡς δὲ πᾶσαν ἐπιδραμόντες,
καὶ μέρος οὐδὲν ἀζήτητον ἀπολιπόντες, οὐδενὶ τῶν ἐλπισθέντων
<pb n="p.39"/>

ἢ μικροῖς ἐπετύγχανον, εἴ τι καὶ περιλέλειπτο
κατὰ τὸ σπήλαιον ὑπὸ τῇ γῇ κρυπτόμενον, πῦρ
ἐπὶ τὰς σκηνὰς ἐμβαλόντες, ἑσπέρας ἤδη προσιούσης
καὶ φόβον ἐγκαταμεῖναι τῇ νήσῳ παρεχούσης, δέει τοῦ
μὴ λοχηθῆναι πρὸς τῶν διαδράντων ἐπὶ τοὺς οἰκείους
ἀπεχώρησαν.</p></div></div></div></body></text></TEI>