<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="32"><p>ἤδη δὲ εἰς χεῖρας ἰόντων ἀνεβόησέ τις <q>οὗτος ἐκεῖνος
ὁ Θύαμις: φυλάττου πᾶς.</q> καὶ παραχρῆμα τὰ σκάφη
πρὸς κύκλον ἐπιστρέψαντες εἶχον ἐν μέσῳ. τοῦ δὲ ἀμυνομένου,
καὶ τῷ δόρατι τοὺς μὲν τρώσαντος τοὺς δὲ
ἀνελόντος, θαύματος ἦν ἐπέκεινα τὸ γινόμενον: εἷς
γὰρ οὐδεὶς ξίφος οὔτε ἔβαλλεν οὔτε ἔφερεν, ἀλλ̓ ἅπασαν
ἕκαστος εἰσεφέρετο σπουδὴν ζῶντα λαβεῖν. ὃ δὲ
ἀντεῖχεν ἐπὶ πλεῖστον, ἕως ἀφαιρεῖται μὲν τοῦ δόρατος
πλειόνων ἅμα ἐπιλαβομένων, ἀποβάλλει δὲ καὶ τὸν
ὑπασπιστήν, λαμπρῶς μὲν συναγωνισάμενον, τραυματίαν
δέ, ὥσπερ ἐδόκει, καιρίως γεγενημένον καὶ πρὸς
τὸ ἀνέλπιστον ἐνδόντα, εἴς τε τὴν λίμνην ἑαυτὸν καθέντα,
καὶ βολῆς ἐκτὸς ἐμπειρίᾳ τοῦ νεῖν ἀναδύντα, χαλεπῶς
τε πρὸς τὸ ἕλος ἀπονηξάμενον, καὶ ταῦτα οὐδενὸς
τὴν ἐπιδίωξιν φροντίσαντος. ἤδη γὰρ τὸν Θύαμιν
ᾑρήκεσαν, καὶ νίκην ὁλόκληρον τὴν ἑνὸς ἀνδρὸς ἅλωσιν
ἡγοῦντο. καὶ τοσούτοις τοῖς φιλίοις ἐλάττους γεγονότες,
πλέον ἔχαιρον τὸν αὐτόχειρα ζῶντα περιέποντες
<pb n="p.38"/>

ἢ τοὺς οἰκείους ᾤκτειρον ἀποβεβληκότες. οὕτως ἄρα
λῃσταῖς καὶ ψυχῶν αὐτῶν ἐστὶ χρήματα προτιμότερα,
καὶ τὸ φιλίας ὄνομα καὶ συγγενείας πρὸς ἓν
τὸ κέρδος ὁρίζεται. ὡς δὴ καὶ τούτοις συνέβαινεν.
ἐτύγχανον μὲν γὰρ ὄντες τῶν τὸν Θύαμιν καὶ τοὺς σὺν
αὐτῷ κατὰ τὰς Ἡρακλεωτικὰς ἐκβολὰς ἀποδράντων,
</p></div></div></div></body></text></TEI>