<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="31"><p> καὶ ἣ μὲν ἔκειτο πικρῶς, ἐλεεινόν τε ἅμα καὶ ἔσχατον
κωκύσασα, ὃ δὲ ἀναδραμὼν καὶ τὸν οὐδὸν ἐπαγαγών,
καὶ χοῦν ὀλίγον ἐπιφορήσας, καὶ <q>ταῦτά σοι τὰ
παῤ ἡμῶν νυμφικὰ δῶρα</q> σὺν δάκρυσιν εἰπών, ἐπί τε
τὰ σκάφη παραγενόμενος, τούς τε ἄλλους καταλαμβάνει
δρασμὸν ἤδη βουλεύοντας τῶν πολεμίων ἐγγύθεν ὁρωμένων,
τόν τε Θέρμουθιν ἥκοντα καὶ τὸ ἱερεῖον μεταχειριζόμενον.
καὶ τὸν μὲν λοιδορησάμενος, εἰπών τε
ὡς ἔφθη τὸ κάλλιστον θυμάτων ἱερουργήσας, ἐπιβαίνει
τε τοῦ σκάφους αὐτὸς καὶ ὁ Θέρμουθις καὶ τρίτος ὁ
ἐρέτης: οὐ γὰρ πλείονας οἷά τε φέρειν τὰ λιμναῖα σκάφη,
ἀπὸ μόνου ξύλου καὶ πρέμνου παχέος ἑνὸς ἀγροικότερον
<pb n="p.37"/>

κοιλαινόμενα. συναπαίρει δὲ καὶ ὁ Θεαγένης
ἅμα τῷ Κνήμωνι καθ̓ ἕτερον σκάφος, καὶ ἄλλος κατ̓
ἄλλο πορθμεῖον, καὶ οὕτως ἅπαντες. ἐπεὶ δὲ τῆς νήσου
μικρὸν ἄπωθεν ἄραντες, καὶ περιπλεύσαντες μᾶλλον ἢ
ἀποπλεύσαντες, ἐπέσχον τὴν εἰρεσίαν, καὶ τὰ σκάφη
διέταττον ἐπὶ μέτωπον ὡς ἐναντίοι τοὺς πολεμίους δεξόμενοι,
πλησιάσαντες μόνον καὶ μηδὲ τὸ ῥόθιον ὑπενεγκόντες
οἱ μὲν ἄλλοι πάντες ὁμοῦ τε εἶδον καὶ ἔφευγον,
οὐδὲ τὸν ἐνυάλιον ἔνιοι κέλαδον ἀνασχόμενοι, ὑπεχώρουν
δὲ Θεαγένης τε καὶ ὁ Κνήμων, οὐ πρὸς τὸν
φόβον τὸ πλέον ἐνδόντες. μόνος δὲ ὁ Θύαμις τὸ μέν τι
τὴν φυγὴν ἴσως αἰσχυνόμενος, τάχα δέ που καὶ εἶναι
μετὰ Χαρίκλειαν οὐκ ἀνεχόμενος, ἐνέβαλεν ἑαυτὸν τοῖς
πολεμίοις.</p></div></div></div></body></text></TEI>