<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="30"><p>ταῦτα εἰπὼν τὸν ὑπασπιστὴν περιεσκόπει, καὶ ὀνομαστὶ
Θέρμουθιν ἐκάλει πολλάκις: ὡς δὲ ἦν οὐδαμοῦ,
πολλὰ διαπειλήσας ἐπὶ τὴν πορθμίδα δρομαῖος ἔσπευδεν.
ὁ γὰρ πόλεμος ἤδη συνερράγη, καὶ παρῆν ὁρᾶν καὶ
πόρρωθεν τοὺς τὰ ἔσχατα κατὰ τὰς εἰσβολὰς τῆς λίμνης
οἰκοῦντας ἁλισκομένους. οἱ γὰρ ἐπεληλυθότες τῶν
ὑποπιπτόντων ἢ καὶ φυγῇ χρωμένων τὰ σκάφη καὶ τὰς
καλύβας ἐνεπίμπρασαν: ὑφ̓ ὧν τῆς φλογὸς ἐπὶ τὸ
πλησίον ἕλος διαρριπιζομένης καὶ τὸν πολὺν κατ̓ αὐτὸ
κάλαμον σωρηδὸν νεμομένης ἄφραστόν τι καὶ ἀφόρητον
ἐπὶ τοὺς ὀφθαλμοὺς σέλας ἔμπυρον, ἐπὶ δὲ τὴν
ἀκοὴν ἠχὴ κατάκροτος ἐπεφέρετο. καὶ πολέμου πᾶν εἶδος
καὶ ἐνηργεῖτο καὶ ἐξηκούετο, τῶν μὲν ἐγχωρίων
προθυμίᾳ καὶ ῥώμῃ πάσῃ τὴν μάχην ὑφισταμένων, τῶν
δὲ τῷ τε πλήθει καὶ τῆς ἐφόδου τῷ ἀπροσδοκήτῳ πλεῖστον
ὑπερφερόντων, καὶ τοὺς μὲν ἐπὶ γῆς ἀναιρούντων,
τοὺς δὲ εἰς τὴν λίμνην αὐτοῖς σκάφεσι καὶ αὐτοῖς οἰκήμασι
βαπτιζόντων. ὑφ̓ ὧν ἁπάντων δοῦπός τις πρὸς
τὸν ἀέρα συμμιγὴς ᾔρετο, πεζομαχούντων ὁμοῦ καὶ
ναυμαχούντων, ὀλλύντων τε καὶ ὀλλυμένων, αἵματι τὴν
λίμνην φοινιττόντων, πυρὶ δὲ καὶ ὕδατι συμπλεκομένων.
ἅπερ ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ Θύαμις, ἐνθύμιον
αὐτῷ τὸ ὄναρ γίνεται, καθ̓ ὃ τὴν Ἶσιν ἑώρα καὶ τὸν
νεὼν ἅπαντα λαμπάδων καὶ θυσιῶν ἀνάμεστον: καὶ
ταῦτα ἐκεῖνα εἶναι τὰ νῦν ὁρώμενα, καὶ πρὸς τὰ ἐναντία
τῶν προτέρων τὴν ὄψιν συνέβαλλεν, ὡς ἔχων οὐχ
ἕξει τὴν Χαρίκλειαν, ὑπὸ τοῦ πολέμου ταύτης ἀφαιρεθείσης,
καὶ ὡς φονεύσει καὶ οὐ τρώσει, ξίφει καὶ οὐκ
Ἀφροδίτης νόμῳ. καὶ πολλὰ τὴν θεὰν ὡς δολερὰν ὀνειδίσας,
καὶ δεινὸν ἡγησάμενος εἴ τις ἄλλος ἐγκρατὴς
ἔσται Χαρικλείας, μικρὸν ἐπισχεῖν τοὺς σὺν αὑτῷ κελεύσας,
καὶ ὡς κατὰ τόπον μένοντας ποιεῖσθαι δεήσει
<pb n="p.36"/>

τὴν μάχην φράσας κλοτοπεύοντας περὶ τὸ νησίδιον καὶ
διὰ τῶν πέριξ ἑλῶν κρυφίους τὰς ἐμβολὰς ποιουμένους
ʽἀγαπητῶς γὰρ ἂν καὶ οὕτως ἀντισχεῖν πρὸς τὸ πλῆθος
τῶν πολεμίων̓, αὐτὸς δῆθεν ὡς τὸν Θέρμουθιν ἐπιζητήσων
καὶ τοῖς ἑστίοις θεοῖς κατευξόμενος, ἕπεσθαί τε
μηδενὶ συγχωρήσας, ἐπὶ τὸ δωμάτιον ἐμμανὴς ἀνέστρεφε.
δυσανάκλητον δὲ πρὸς ὅπερ ἂν ὁρμήσῃ τὸ βάρβαρον
ἦθος: κἂν ἀπογνῷ τὴν αὑτοῦ σωτηρίαν, προαναιρεῖν
ἅπαν τὸ φίλον εἴωθεν, ἤτοι συνέσεσθαι αὐτοῖς καὶ
μετὰ θάνατον ἀπατώμενον, ἢ χειρὸς πολεμίας καὶ
ὕβρεως ἐξαιρούμενον. ὑφ̓ ὧν καὶ ὁ Θύαμις τῶν μὲν
ἐν χερσὶ πάντων ἀμνημονήσας, καὶ ταῦτα ὥσπερ ἄρκυσι
τοῖς πολεμίοις κεκυκλωμένος, ἔρωτι δὲ καὶ ζηλοτυπίᾳ
καὶ θυμῷ κάτοχος, ἐπὶ τὸ σπήλαιον ἐλθὼν ὡς εἶχε δρόμου,
καθαλόμενος, ἐμβοῶν τε μέγα καὶ τὰ πολλὰ αἰγυπτιάζων,
αὐτοῦ που περὶ τὸ στόμιον ἐντυχών τινι Ἑλληνίδι
τῇ γλώττῃ προσφθεγγομένῃ, ἀπὸ τῆς φωνῆς ἐπ̓
αὐτὴν χειραγωγηθεὶς ἐπιβάλλει τε τῇ κεφαλῇ τὴν λαιὰν
χεῖρα, καὶ διὰ τῶν στέρνων παρὰ τὸν μαζὸν ἐλαύνει τὸ
ξίφος. </p></div></div></div></body></text></TEI>