ὡς δὲ παραμείψαντες οἱ λῃσταὶ κατὰ πρόσωπον ἔστησαν καί τι καὶ μέλλειν ἐπιχειρεῖν ἐῴκεσαν, αὖθις ἡ παῖς ἀνένευσε, καὶ μέλανας ἰδοῦσα τὴν χροιὰν καὶ τὴν ὄψιν αὐχμηρούς, εἰ μὲν εἴδωλα τῶν κειμένων ἐστέ, φησίν, οὐκ ἐν δίκῃ παρενοχλεῖτε ἡμῖν: οἱ μὲν γὰρ πλεῖστοι χερσὶ ταῖς ἀλλήλων ἀνῄρησθε, ὅσοι δὲ πρὸς ἡμῶν, ἀμύνης νόμῳ καὶ ἐκδικίας τῆς εἰς σωφροσύνην ὕβρεως πεπόνθατε. εἰ δέ τινες τῶν ζώντων ἐστέ, λῃστρικὸς μὲν ὑμῖν, ὡς ἔοικεν, ὁ βίος, εἰς καιρὸν δὲ ἥκετε. λύσατε τῶν περιεστηκότων ἀλγεινῶν, φόνῳ τῷ καθ̓ ἡμῶν δρᾶμα τὸ περὶ ἡμᾶς καταστρέψαντες. ἣ μὲν ταῦτα ἐπετραγῴδει, οἳ δὲ οὐδὲν συνιέναι τῶν λεγομένων ἔχοντες τοὺς μὲν αὐτοῦ καταλείπουσιν, ἰσχυρὰν αὐτοῖς φυλακὴν τὴν ἀσθένειαν αὐτῶν ἐπιστήσαντες, ἐπὶ δὲ τὴν ναῦν ὁρμήσαντες τὸν φόρτον ἐξήντλουν, τῶν μὲν ἄλλων ὑπερορῶντες ʽπολλὰ δὲ ἦν καὶ ποικίλἀ, χρυσοῦ δὲ καὶ ἀργύρου καὶ λίθων πολυτίμων καὶ σηρικῆς ἐσθῆτος, ὅση δύναμις ἑκάστοις, ἐκφοροῦντες. ἐπεὶ δὲ ἅλις ἔχειν ἐδόκει, καὶ τοσαῦτα ἦν ὡς καὶ λῃστρικὴν κορέσαι πλεονεξίαν, τὴν λείαν ἐπὶ τὸν αἰγιαλὸν καταθέντες εἰς φορτία καὶ μοίρας κατενέμοντο, οὐ πρὸς τὴν ἑκάστου τῶν ληφθέντων ἀξίαν ἀλλὰ πρὸς τὸ ἴσον βάρος τὴν νέμησιν ποιούμενοι. τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν τὰ δὲ περὶ τὴν κόρην καὶ τὸν νεανίαν ἐν δευτέροις πράξειν ἔμελλον. κἀν τούτῳ πλῆθος ἕτερον ἐφίσταται λῃστρικόν, ἱππέων δύω τοῦ τάγματος ἡγουμένων. ὅπερ ὡς εἶδον οἱ πρότεροι, οὔτε χεῖρας ἀνταράμενοι οὔτε τι τῶν σύλων ἀπενεγκάμενοι, τοῦ μὴ ἐπιδιωχθῆναι ἕνεκεν, ὡς δρόμου εἶχον ἔφευγον, αὐτοὶ μὲν εἰς δέκα τὸν ἀριθμὸν ὄντες, τρὶς δὲ τοσούτους τοὺς ἐπελθόντας θεασάμενοι. καὶ οἱ μὲν ἀμφὶ τὴν κόρην δεύτερον ἤδη ἡλίσκοντο, οὐδέπω ληφθέντες: οἱ δὲ λῃσταί, πρὸς τὴν διαρπαγὴν καὶ ταῦτα σπεύδοντες, ὑπὸ τῆς τῶν ὁρωμένων ἀγνοίας ἅμα καὶ ἐκπλήξεως τέως ἀνεστέλλοντο. τοὺς μὲν γὰρ πολλοὺς φόνους ὑπὸ τῶν προτέρων γεγενῆσθαι λῃστῶν εἴκαζον, τὴν κόρην δὲ ὁρῶντες ἐν ξένῃ καὶ περιβλέπτῳ τῇ στολῇ, καὶ τῶν μὲν προσπιπτόντων φοβερῶν ὡς ἂν μηδὲ γινομένων ὑπερορῶσαν, ὅλην δὲ τοῦ νεανίου πρὸς τοῖς τραύμασιν οὖσαν καὶ ὡς ἴδιον τὸ ἐκείνου πάθος ἀλγοῦσαν, τὴν μὲν τοῦ κάλλους καὶ τοῦ φρονήματος ἐθαύμαζον, τὸν δὲ καὶ τραυματίαν ἐξεπλήττοντο: τοιοῦτος τὴν μορφὴν καὶ τοσοῦτος τὸ μέγεθος ἔκειτο, κατὰ μικρὸν ἤδη πως ἀνειληφὼς ἑαυτὸν καὶ πρὸς τὸ σύνηθες βλέμμα ἀποκαθιστάμενος.