<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="29"><p>εἴργαστο δὲ ὧδέ πως. στόμιον ἦν αὐτῷ στενόπορόν
τε καὶ ζοφῶδες, οἰκήματος κρυφίου θύραις ὑποκείμενον,
ὡς τὸν οὐδὸν θύραν ἄλλην τῇ καθόδῳ γίνεσθαι
ὡς πρὸς τὴν χρείαν. ἐνέπιπτέ τε αὐτῇ ῥᾳδίως καὶ ἀνεπτύσσετο:
τὸ δὲ αὐτόθεν εἰς αὐλῶνας σκολιοὺς ἀτάκτως
σχιζόμενον. οἱ γὰρ ἐπὶ τοὺς μυχοὺς πόροι καὶ αὔλακες,
πῇ μὲν ἕκαστος ἰδίᾳ τεχνικῶς πλανώμενοι, πῇ δὲ ἀλλήλοις
ἐμπίπτοντες καὶ ῥιζηδὸν πλεκόμενοι, πρὸς μίαν
εὐρυχωρίαν τὴν ἐπὶ τὸν πυθμένα συρρέοντες ἀνεστομοῦντο,
καθ̓ ὃ καὶ φέγγος ἀμυδρὸν ἔκ τινος διατρήσεως
πρὸς ἄκροις τῆς λίμνης ἐνέπιπτεν.</p><p>ἐνταῦθα ὡς καθῆκε τὴν Χαρίκλειαν ὁ Κνήμων, καὶ
πρὸς τὸ ἔσχατον τοῦ ἄντρου διεβίβασε τῇ πείρᾳ χειραγωγήσας,
<pb n="p.34"/>

πολλὰ καὶ ἐπιθαρσύνας, καὶ ὡς εἰς ἑσπέραν
ἅμα τῷ Θεαγένει φοιτήσει κατεπαγγειλάμενος ʽοὐ γὰρ
ἐπιτρέψειν αὐτῷ συμπλακῆναι τοῖς πολεμίοις, ἀλλὰ διαδρᾶναί
οἱ τὴν μάχην̓, οὐδὲν φθεγξαμένην ἀλλ̓ ὥσπερ
θανάτῳ τῷ κακῷ βεβλημένην καὶ ὥσπερ ψυχῆς τοῦ
Θεαγένους ἀφῃρημένην, ἄπνουν καὶ σιγῶσαν ἀπολιπὼν
ἀνεδύετο τοῦ σπηλαίου: καὶ τὸν οὐδὸν ἐπαγαγών, καί
τι καὶ ἐπιδακρύσας, αὑτόν τε τῆς ἀνάγκης κἀκείνην τῆς
τύχης, ὅτι μόνον οὐχὶ ζῶσαν εἴη καταθάψας καὶ τὸ φαιδρότατον
τῶν ἐν ἀνθρώποις Χαρίκλειαν νυκτὶ καὶ ζόφῳ
παραδεδωκώς, ἀπέτρεχεν ὡς τὸν Θύαμιν. καὶ καταλαμβάνει
ζέοντα πρὸς τὴν μάχην, καὶ αὐτόν τε ἅμα τῷ
Θεαγένει λαμπρῶς ἐξωπλισμένον, καὶ τοὺς ἤδη παῤ
αὐτὸν συνειλεγμένους πρὸς τὸ μανικώτερον τῷ λόγῳ
παρασκευάζοντα. στὰς γὰρ εἰς μέσους ἔλεγε </p><p>συστρατιῶται, προτρέπειν μὲν ὑμᾶς οὐκ οἶδ̓ ὅ τι
δεῖ διὰ πλειόνων, αὐτούς τε ὑπομνήσεως οὐδὲν δεομένους,
ἀλλὰ βίον ἀεὶ τὸν πόλεμον ἡγουμένους, καὶ ἄλλως
τῆς ἀπροσδοκήτου τῶν ἐναντίων ἐφόδου τὸ παρέλκον
τῶν λόγων ὑποτεμνομένης: ὧν γὰρ ἐν ἔργοις οἱ
πολέμιοι, τούτους μὴ διὰ τῶν ὁμοίων σὺν τάχει τὴν
ἄμυναν ἐπάγειν παντάπασίν ἐστι τοῦ προσήκοντος
ὑστερούντων. εἰδότες οὖν ὡς οὐχ ὑπὲρ γυναικῶν ἐστὶ
καὶ παίδων ὁ λόγος, ὃ δὴ πολλοῖς εἰς τὸ παροξῦναι καὶ
μόνον πρὸς μάχην ἤρκεσε ʽταυτὶ γὰρ ἡμῖν ἐλάττονος λόγου,
καὶ τοσαῦτα ἔχειν ἐξέσται ὅσα καὶ νικᾶν περιγίνεταἰ,
ἀλλ̓ ὑπὲρ αὐτοῦ τοῦ εἶναι καὶ ψυχῶν τῶν ἡμετέρων
ʽοὐ γὰρ ἐπὶ ῥητοῖς ποτὲ λῃστρικὸς ἔληξε πόλεμος,
οὐδὲ ἔνσπονδον ἔσχε τὴν τελευτήν, ἀλλ̓ ἢ περιεῖναι
κρατοῦντας ἢ τεθνάναι ἁλόντας ἀναγκαῖον̓, οὕτω τοῖς
ἐχθίστοις ψυχήν τε ἅμα καὶ σῶμα τεθηγμένοι
συμπίπτωμεν.</p><pb n="p.35"/></div></div></div></body></text></TEI>