<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="28"><p>ἀνήλατο πρὸς ταῦτα ὁ Θύαμις, καὶ ποῦ Χαρίκλεια
διηρώτα, καθάπερ περὶ ἐκείνης πλέον ἢ περὶ αὑτοῦ δεδιώς.
ἐπεὶ δὲ ἐπὶ τῇ φλιᾷ τῇ πλησίον ὑπεσταλμένην
ἔδειξεν ὁ Κνήμων, σὺ μὲν λαβὼν ταύτην ἄγε εἰς τὸ
σπήλαιον, πρὸς μόνον ἔλεγεν, οὗ καὶ τὰ κειμήλια ἡμῖν
ἐν ἀσφαλεῖ τεθησαύρισται, καὶ καθείς, ὦ φίλος, καὶ τῷ
στομίῳ τὸ πῶμα ὡς ἔθος ἐπαγαγὼν ἧκε τὴν ταχίστην
ὡς ἡμᾶς: ὁ δὲ πόλεμος ἡμῖν μελήσει. τὸν δὲ ὑπασπιστὴν
ἱερεῖον ἄγειν προσέταττεν, ὡς ἂν θεοῖς ἐγχωρίοις
ἐναγίσαντες οὕτω τῆς μάχης ἄρχοιεν.</p><p>καὶ ὁ μὲν Κνήμων τὸ προστεταγμένον ἔπραττε, καὶ
πολλὰ τὴν Χαρίκλειαν ὀδυρομένην καὶ θαμὰ πρὸς τὸν
Θεαγένην ἐπιστρέφουσαν ἦγέ τε καὶ ἐς τὸ ἄντρον ἐνέβαλε.
τὸ δὲ ἦν οὐ φύσεως ἔργον, οἷα πολλὰ περὶ γῆν
τε καὶ ὑπὸ γῆν αὐτόματα σηραγγοῦται, ἀλλὰ τέχνης λῃστρικῆς
τὴν φύσιν μιμησαμένης καὶ χειρῶν Αἰγυπτίων
ὄρυγμα, πρὸς σύλων φυλακὴν περιέργως κοιλαινόμενον.
</p></div></div></div></body></text></TEI>