<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0658.tlg001.perseus-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="27"><p> ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ βέλτιστον
ὑποτιθεμένης, ὁ Κνήμων εἰστρέχει λίαν ἐσπουδασμένως
καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος.
καὶ ὦ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων, ἔλεγε,
καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος: χρὴ δὲ πρὸς
ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους.
τοῦ δὲ σαφέστερον ὅ τι ποτὲ λέγοι δηλοῦν ἱκετεύοντος,
οὐ καιρός, ἔφη, τὸ παρὸν ἀκούειν: δέος γὰρ
προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων. ἀλλ̓ ἕπου
τὴν ταχίστην. συνεπέσθω δὲ καὶ ἡ Χαρίκλεια. καὶ παραλαβὼν
ἄμφω παρὰ τὸν Θύαμιν ἦγε. καὶ κράνος τι
διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβών, εἰς καιρόν,
ἔφη, πρὸς ὅπλοις τυγχάνεις. ἀλλ̓ αὐτός τε ἔνδυναι καὶ
τοὺς ἄλλους κέλευε: πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω
περὶ ἡμᾶς, καὶ τοσοῦτον ἀπολειπόμενον ὅσον τοῦ
λόφου τοῦ πλησίον ὑπερκύπτοντας προϊδὼν ἥκω δρομαῖος
τὴν ἔφοδον προμηνύσων, οὐδὲν τάχους ἀνείς,
<pb n="p.33"/>

ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο
παρασκευάζεσθαι διαγγείλας.</p></div></div></div></body></text></TEI>