ταῦτα τῆς Χαρικλείας καὶ τοιαῦτα πρὸς τὸ βέλτιστον ὑποτιθεμένης, ὁ Κνήμων εἰστρέχει λίαν ἐσπουδασμένως καὶ πολὺν ἐκ τῶν ὄψεων θόρυβον ἐπαγγελλόμενος. καὶ ὦ Θεάγενες, τὴν μὲν πόαν ἥκω σοι φέρων, ἔλεγε, καὶ θεράπευε τὰς πληγὰς ἐπιθέμενος: χρὴ δὲ πρὸς ἕτερα τραύματα καὶ φόνους ἴσους εἶναι παρεσκευασμένους. τοῦ δὲ σαφέστερον ὅ τι ποτὲ λέγοι δηλοῦν ἱκετεύοντος, οὐ καιρός, ἔφη, τὸ παρὸν ἀκούειν: δέος γὰρ προληφθῆναι τοὺς λόγους ὑπὸ τῶν ἔργων. ἀλλ̓ ἕπου τὴν ταχίστην. συνεπέσθω δὲ καὶ ἡ Χαρίκλεια. καὶ παραλαβὼν ἄμφω παρὰ τὸν Θύαμιν ἦγε. καὶ κράνος τι διασμῶντα καὶ παλτὸν θήγοντα καταλαβών, εἰς καιρόν, ἔφη, πρὸς ὅπλοις τυγχάνεις. ἀλλ̓ αὐτός τε ἔνδυναι καὶ τοὺς ἄλλους κέλευε: πλῆθος γὰρ πολεμίων ὅσον οὐδέπω περὶ ἡμᾶς, καὶ τοσοῦτον ἀπολειπόμενον ὅσον τοῦ λόφου τοῦ πλησίον ὑπερκύπτοντας προϊδὼν ἥκω δρομαῖος τὴν ἔφοδον προμηνύσων, οὐδὲν τάχους ἀνείς, ἀλλὰ καὶ ὅσους ἐδυνάμην ἐν τῷ διέκπλῳ τῷ μέχρι δεῦρο παρασκευάζεσθαι διαγγείλας.