ἤδη δὲ αὐτοῖς κεκινηκόσιν ἄπωθεν μικρὸν τῆς νεὼς καὶ τῶν κειμένων θέαμα προσπίπτει τῶν προτέρων ἀπορώτερον. κόρη καθῆστο ἐπὶ πέτρας, ἀμήχανόν τι κάλλος, καὶ θεὸς εἶναι ἀναπείθουσα, τοῖς μὲν παροῦσι περιαλγοῦσα, φρονήματος δὲ εὐγενοῦς ἔτι πνέουσα. δάφνῃ τὴν κεφαλὴν ἔστεπτο, καὶ φαρέτραν τῶν ὤμων ἐξῆπτο, καὶ τῷ λαιῷ βραχίονι τὸ τόξον ὑπεστήρικτο: ἡ λοιπὴ δὲ χεὶρ ἀφροντίστως ἀπῃωρεῖτο. μηρῷ δὲ τῷ δεξιῷ τὸν ἀγκῶνα θατέρας χειρὸς ἐφεδράζουσα, καὶ τοῖς δακτύλοις τὴν παρειὰν ἐπιτρέψασα, κάτω νεύουσα καί τινα προκείμενον ἔφηβον περισκοποῦσα τὴν κεφαλὴν ἀνεῖχεν. ὃ δὲ τραύμασι μὲν κατῄκιστο, καὶ μικρὸν ἀναφέρειν ὥσπερ ἐκ βαθέος ὕπνου τοῦ παῤ ὀλίγον θανάτου κατεφαίνετο, ἤνθει δὲ καὶ ἐν τούτοις ἀνδρείῳ τῷ κάλλει, καὶ ἡ παρειὰ καταρρέοντι τῷ αἵματι φοινιττομένη λευκότητι πλέον ἀντέλαμπεν. ὀφθαλμοὺς δὲ ἐκείνου οἱ μὲν πόνοι κατέσπων, ἡ δὲ ὄψις τῆς κόρης ἐφ̓ ἑαυτὴν ἀνεῖλκε, καὶ τοῦτο ὁρᾶν αὐτοὺς ἠνάγκαζεν, ὅτι ἐκείνην ἑώρων. ὡς δὲ πνεῦμα συλλεξάμενος καὶ βύθιόν τι ἀσθμήνας λεπτὸν ὑπεφθέγξατο, καὶ ὦ γλυκεῖα ἔφη, σώζῃ μοι ὡς ἀληθῶς, ἢ γέγονας καὶ αὐτὴ τοῦ πολέμου πάρεργον, οὐκ ἀνέχῃ δὲ ὅμως οὐδὲ μετὰ θάνατον ἀποστατεῖν ἡμῶν, ἀλλὰ φάσμα τὸ σὸν καὶ ψυχὴ τὰς ἐμὰς περιέπει τύχας; ἐν σοί, ἔφη, τὰ ἐμά, ἡ κόρη, σώζεσθαί τε καὶ μή. τοῦτο γοῦν, ὁρᾷς; δείξασα ἐπὶ τῶν γονάτων ξίφος, εἰς δεῦρο ἤργησεν ὑπὸ τῆς σῆς ἀναπνοῆς ἐπεχόμενον. καὶ ἅμα λέγουσα ἣ μὲν τῆς πέτρας ἀνέθορεν, οἳ δὲ ἐπὶ τοῦ ὄρους ὑπὸ θαύματος ἅμα καὶ ἐκπλήξεως, ὥσπερ ὑπὸ πρηστῆρος τῆς ὄψεως βληθέντες, ἄλλος ἄλλον ὑπεδύετο θάμνον: μεῖζον γάρ τι καὶ θειότερον αὐτοῖς ὀρθωθεῖσα ἔδοξε, τῶν μὲν βελῶν τῇ ἀθρόᾳ κινήσει κλαγξάντων, χρυσοϋφοῦς δὲ τῆς ἐσθῆτος πρὸς τὸν ἥλιον ἀνταυγαζούσης, καὶ τῆς κόμης ὑπὸ τῷ στεφάνῳ βακχεῖον σοβουμένης καὶ τοῖς νώτοις πλεῖστον ὅσον ἐπιτρεχούσης. τοὺς μὲν ταῦτα ἐξεδειμάτου, καὶ πλέον τῶν ὁρωμένων ἡ τῶν γενομένων ἄγνοια. οἳ μὲν γὰρ θεόν τινα ἔλεγον, καὶ θεὸν Ἄρτεμιν ἢ τὴν ἐγχώριον Ἶσιν, οἳ δὲ ἱέρειαν ὑπό του θεῶν ἐκμεμηνυῖαν καὶ τὸν ὁρώμενον πολὺν φόνον ἐργασαμένην. καὶ οἳ μὲν ταῦτα ἐγίνωσκον, τὰ ὄντα δὲ οὔπω ἐγίνωσκον: ἣ δὲ ἀθρόον κατενεχθεῖσα ἐπὶ τὸν νεανίαν, καὶ πανταχόθεν αὐτῷ περιχυθεῖσα, ἐδάκρυεν ἐφίλει κατέματτεν ἀνῴμωζεν, ἠπίστει κατέχουσα. ταῦτα ὁρῶντες οἱ Αἰγύπτιοι πρὸς ἑτέρας ἐννοίας τὴν γνώμην μετέβαλον, καὶ ποῦ ταῦτα ἄν εἴη θεοῦ τὰ ἔργα; λέγοντες, ποῦ δ̓ ἂν νεκρὸν σῶμα φιλοίη δαίμων οὕτω περιπαθῶς; τολμᾶν ἑαυτοῖς παρεκελεύοντο, καὶ πορευθέντες ἐγγύθεν λαμβάνειν τὴν τῶν ἀληθῶν γνῶσιν. ἀναλαβόντες οὖν ἑαυτοὺς καταθέουσι καὶ τὴν κόρην ἔτι πρὸς τοῖς τραύμασιν οὖσαν τοῦ νεανίου καταλαμβάνουσι. καὶ ἐπιστάντες ὄπισθεν εἶχον ἑαυτούς, οὔτε τι λέγειν οὔτε τι πράττειν ἀποθαρροῦντες. κτύπου δὲ περιηχήσαντος, καὶ τῆς ἐξ αὐτῶν σκιᾶς τοῖς ὀφθαλμοῖς παρεμπεσούσης, ἀνένευσεν ἡ κόρη, καὶ ἰδοῦσα αὖθις ἐπένευσε, πρὸς μὲν τὸ ἄηθες τῆς χροιᾶς καὶ τὸ λῃστρικὸν τῆς ὄψεως ἐν ὅπλοις δεικνυμένης οὐδὲ κατὰ μικρὸν ἐκπλαγεῖσα, πρὸς δὲ τὴν θεραπείαν τοῦ κειμένου πᾶσαν ἑαυτὴν τρέψασα. οὕτως ἄρα πόθος ἀκριβὴς καὶ ἔρως ἀκραιφνὴς τῶν μὲν ἔξωθεν προσπιπτόντων ἀλγεινῶν τε καὶ ἡδέων πάντων ὑπερφρονεῖ, πρὸς ἓν δὲ τὸ φιλούμενον καὶ ὁρᾶν καὶ συννεύειν τὸ φρόνημα καταναγκάζει.