9 Cod. Const. fol. 29r Κρατεύας ῥιζοτομικός. ἀργεμώνη· αὕτη ἡ βοτάνη κοπεῖσα μετὰ ἀξουγγίας χοιράδας διαλύει· ποιεῖ καὶ πρὸς ἀλφοὺς μέλανας μετὰ νίτρου καὶ θείου ἀπύρου ξηρὰ κοπεῖσα καὶ σησθεῖσα, ἐν βαλανείῳ τοὺς χρωμένους θεραπεύει προξηροτριβηθέντας· ποιεῖ καὶ πρὸς ψώραν 1). 10 Cod. Const. fol. 33r Κρατεύας ῥιζοτομικός. ἀστέριον· αὕτη χλωρὰ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς ποιεῖ πρὸς λυσσοδήκτους, βρογχοκηλικούς, ὑποθυμιωμένη δὲ φυγαδεύει θηρία.