5 Cod. Const. fol. 27r Κρατεύας ῥιζοτομικός. ἀσφόδελος· τούτου αἱ ῥίζαι δύναμιν ἔχουσιν διουρητικὴν καὶ ἐμμήνων κατασπαστικήν· θεραπεύει καὶ ποδάγρας ἀλγήματα καὶ σπάσματα καὶ βῆχας καὶ ῥήγματα ⋖μία τὸ πλῇθος τῆς ῥίζης ἐν οἴνῳ πινομένη. ποιεῖ καὶ αὐεμεστέρους ὄσον ἀστράγαλος βρωθεῖσα καὶ ἐρπετοδήκτοις δίδοται ὠφελίμως πλῆθος τριῶν· καταπλάσσειν δὲ δεῖ τὰ δήγματα ὅλῃ τῇ βοτάνῃ σὺν οἴνῳ. θεραπεύει καὶ τὰ ῥυπαρὰ καὶ νεμόμενα ἕλκη, ποιεῖ καὶ πρὸς μαστῶν καὶ διδύμων φλεγμονὰς καὶ φύματα καὶ δοθιῆνας συγκαθεψομένη τρυγὶ οἴνου ἡ ῥίζα, πρὸς δὲ τὰς προσφάτους φλεγμονὰς μετ᾿  ἀλφίτου. ὁ δὲ χυλὸς τῆς ῥίζης προσλαβὼν οἴνου παλαιοῦ τι γλυκέος καὶ σμύρνης καὶ κρόκου συνεψηθέντων ἐπὶ ταὐτὸ ἔγχριστον γίγνεται ὀφθαλμῶν καὶ πρὸς ὦτα πυορροοῦντα σὺν λιβάνῳ καὶ μέλιτι. Diosc. II 169 (235, 4). 6 Cod. Const. fol. 30r Κρατεύας ῥιζοτομικός. ἀρνόγλωσσον δύναμιν ἔχει τηκτικὴν καὶ ἀφλέγμαντον· κοπεῖσα γὰρ μετὰ στέατος καὶ ἐπιτιθεμένη τοῖς τὰ χειρώνια ἔχουσιν εὐθετεῖ, πρὸς δὲ τὰ λοιπὰ ποιεῖ σχε Diosc. II 126 (199, 5).