3 Cod. Const. fol. 25r Κρατεύας ῥιζοτομος. Ἀχίλλειος· ταύτης τῆς βοτάνης ἡ κόμη λεία ἐναίμων ἐστὶν κολλητικὴ καὶ ἀφλέγμαντος, αἱμορραγίας τε ἐφεκτικὴ καὶ τῆς ἐκ μήτρας ἐν προσθέτῳ, καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ἐστιν ἐγκάθισμα ῥοικαῖς, πίνεται καὶ πρὸς δυσεντερίαν. ὅλη δὲ κοπεῖσα μετὰ ἀξουγγίας παλαιᾶς τὰ παλαιὰ τῶν ἑλκῶν καὶ δυσαπούλωτα θεραπεύει, ξηρὰ δὲ κοπεῖσα καὶ μέλιτι μιγεῖσά ἐστιν ἀνακαθαρτική. Diosc. IV 36 (196, 6). 4 Cod. Const. fol. 26r Κρατεύας. ἀνεμώνη ἡ φοινικῆ· ἀνεμώνη δύναμιν ἔχει δριμεῖαν, ὅθεν ὁ χυλὸς τῆς ῥίζης αὐτῆς γίνεται ἔγχυτος πρὸς κεφαλῆς κάθαρσιν. μασηθεῖσα δὲ ἡ ῥίζα ἄγει φλέγμα· ἑψηθεῖσα δὲ ἐν γλυκεῖ καὶ καταπλασσομένη ὀφθαλμῶν φλεγμονὰς αἴρει, ὁμοίως καὶ 9 ερπετας C θανασα (ιμ ins.)C 12 ζμυρνης C 15 ἀριστολόχιον C στρογγύλη addidi πιννομένη C μετ᾿ ] δὲ C 20 σκώλοπας C 28 ῥικοῖς C πίννεται C ὅλη C, fort. χλωρὰ 33 ἀνεμόνη C 34 αὖτου C, corr. τὰς οὐλὰς ἀποσμήχει. τὰ δὲ φύλλα καὶ οἱ καυλοὶ συνεψηθέντα πτισάνῃ καὶ ἐσθιόμενα γάλα κατασπᾷ, ἐν προσθέτῳ δὲ ἔμμηνα ἄγει, καταπλασθέντα δὲ λέπρας ἀφίστησιν. Diosc. II 176 (244, 11 sq.). Plin. n. h. 21, 164.