1 Cod. Const. fol. 18r Κρατεύας ῥιζοτομικός. Ἀριστολόχιος μακρὰ ποιεῖ πρὸς ἑρπετὰ καὶ θανάσιμα ὁλκὴ πινομένη μετ᾿  οἴνου καὶ καταπλασσομένη, τὰ δὲ ἐν μήτρᾳ συνιστάμενα λόχια καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει ποθεῖσα μετὰ πεπέρεως καὶ σμύρνης· καὶ ἐν πεσσῷ δὲ προστεθεῖσα τὸ αὐτὸ δρᾷ. Diosc. III 4 (II 7, 18 sq.). Plin. N. H. 25, 97. 2 Cod. Const. fol. 19v Κρατεύας ῥιζοτομικός. ἀριστολόχιος στρογγύλη πινομένη μετ᾿  οἴνου μέλανος ποιεῖ πρὸς ἑρπετῶν δήγματα· χωρεῖ δὲ καὶ εἰς ἀντιδότους τὰς θηριακάς, χωρεῖ καὶ εἰς τὰς ποδαγρικὰς συνθέσεις, ἔτι δὲ ἐμπλάστρους. ἄγει δὲ καὶ ἔμμηνα καὶ ἔμβρυα ἐκβάλλει· βοηθεῖ ἄσθματι, λυγμῷ, ῥίγει, σπληνί, ῥήγμασιν, σπάσμασιν. ποθεῖσα δὲ μεθ᾿  ὕδατος ἀνάγει σκόλοπας, ἀκίδας, λεπίδας ὀστῶν καταπλασσομένη ἀφίστησιν καὶ σηπεδόνας περιχαράσσει καὶ τὰ ῥυπαρὰ καθαίρει ἕλκη· σμήχει δὲ καὶ ὀδόντας καὶ οὖλα. Diosc. III 4 (8, 3 sq.). Plin. l. s.