Ἡ τῶν ἁπλῶν φαρμάκων παράδοσις, τιμιώτατε Ἀνδρόμαχε, τῆς τῶν ποικίλων ἀποδεκτοτέρα πέφυκεν, οὐ μόνον διὰ τὸ εὐπαρακολούθητον ἀλλὰ καὶ διὰ τὸ εὐπόριστον, καὶ διὰ τὸ αὐτῶν τῶν προσφερομένων ἑκάστου τὴν δύναμιν φανερὰν ὑπάρχειν τοῖς προσφερομένοις καὶ χρωμένοις, ἀπολελυμένην καὶ ἀνεπίμεικτον ἑτέρου γένους ὑπάρχουσαν, λαμβάνεσθαί τε ῥᾳδίως ἐξ αὐτῆς τὸ ὡς πρὸς τὰ πάθη κατάλληλον, ὅπερ ἐπὶ τῶν ποικιλωτέρων οὐχ ὁρᾶται γινόμενον φαρμάκων· ἀναφέρεται γὰρ ἐπ’ ἐκείνων οὐκ ἐπὶ τὰς κατὰ μέρος τῶν μειγνυμένων ἐνεργείας ἡ δύναμις, ἐπὶ δὲ τὴν ἐκ τῆς μείξεως ἀνεκλάλητον ἀλληλουχίαν. ἀνατίθεμεν δὲ σοὶ τὰ βιβλία τῷ δυναμένῳ ἐπικρῖναι δι’ ἧς ἔχεις ἐμπειρίας τῶν ἡμετέρων πόνων, καὶ διότι ὀφείλεται ἀνδρὶ ἀποδεχομένῳ ἡμᾶς ἡ τοιαύτη χάρις. ποιησόμεθα δὲ τὴν ἀρχὴν ἀπὸ τῶν περὶ κεφαλὴν συνισταμένων παθῶν, προδιαστειλάμενοι ὅτι ὅσα ἐν ποτήματος μέρει παραλαμβάνομεν ἐπὶ τῶν ἐντοσθιδίων, ταῦτα ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν κεχρονισμένων ἤδη καὶ τύλον ἐχουσῶν ἐγκρίνομεν διαθέσεων, οὐκ ἀγνοοῦντες ὅτι πρόσφατον πάθος διὰ τῆς κοινῆς καὶ ἀπεριέργου θεραπεύεται ἀγωγῆς.