Ὁ δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μάλα προθύμως ὤμοσεν Ἄρτεμιν χαριεῖσθαι αὐτῇ ὅ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου, λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτήν τε οἰκτείρειν καὶ τὰς συμφορὰς τῆς πόλεως. Ὁ δὲ Διόγνητος ἀκούσας τοῦ λόγου ἐκτός τε ἐγένετο αὑτοῦ καὶ σπασάμενος τὴν μάχαιραν ὥρμησεν διεργάσασθαι τὴν κόρην. Ἐν νῷ μέντοι λαβὼν τὸ εὔγνωμον αὐτῆς καὶ ἅμα ὑπ’ ἔρωτος κρατούμενος ʽἔδει γάρ, ὡς ἔοικε, Ναξίοις μεταβολὴν γενέσθαι τῶν παρόντων κακῶν’ τότε μὲν οὐδὲν ἀπεκρίνατο, βουλευόμενος τί ποιητέον εἴη· τῇ δ’ ὑστεραίᾳ καθωμολογήσατο προδώσειν.