Καθ’ ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλήσιοι ἔβησαν σὺν ἐπικούροις καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τήν τε χώραν ἔτεμνον καὶ καθείρξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατά τινα δαίμονα ἐν Δηλίῳ ἱερῷ, ὃ πλησίον τῆς πόλεως κεῖται, ʽΠολυκρίτη ὄνομα αὐτᾖ τὸν τῶν Ἐρυθραίων ἡγεμόνα Διόγνητον εἷλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις. Πολλῷ δὲ συνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὖσαν ἐν τῷ ἱερῷ βιάζεσθαι· ἡ δ’ ἕως μέν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὀμόσειεν ὑπηρετήσειν αὐτῇ ὅ τι ἂν βουληθῇ.