παρατείνοντος δὲ τοῦ πότου, τὴν γυναῖκα συγκατακλίνει αὐτῷ καὶ δι’ ἑρμηνέως ἐπυνθάνετο πηλίκην οὐσίαν εἴη κεκτημένος τὴν σύμπασαν· τοῦ δὲ εἰς ἀριθμὸν χιλίων χρυσῶν φήσαντος, ὁ βάρβαρος εἰς τέσσαρα μέρη κατανέμειν αὐτὸν ἐκέλευε, καὶ τὰ μὲν τρία ὑπεξαιρεῖσθαι αὑτῷ, γυναικί, παιδίῳ, τὸ δὲ τέταρτον ἀπολείπειν ἄποινα τῆς γυναικός. Ὡς δὲ ἐς κοῖτόν ποτε ἀπετράποντο, πολλὰ κατεμέμφετο τὸν Ξάνθον ἡ γυνὴ διὰ τὸ μὴ ἔχοντα τοσοῦτο χρυσίον ὑποσχέσθαι τῷ βαρβάρῳ, κινδυνεύσειν τε αὐτόν, εἰ μὴ ἐμπεδώσειε τὴν ἐπαγγελίαν· τοῦ δὲ φήσαντος ἐν ταῖς κρηπῖσι τῶν παίδων καὶ ἄλλους τινὰς χιλίους χρυσοῦς κεκρύφθαι διὰ τὸ μὴ ἐλπίζειν ἐπιεικῆ τὸν βάρβαρον καταλήψεσθαι, δεήσειν δὲ πολλῶν λύτρων, ἡ γυνὴ τῇ ὑστεραίᾳ τῷ Κελτῷ καταμηνύει τὸ πλῆθος τοῦ χρυσοῦ καὶ παρεκελεύετο κτεῖναι τὸν Ξάνθον, φάσκουσα πολὺ μᾶλλον αἱρεῖσθαι αὐτὸν τῆς τε πατρίδος καὶ τοῦ παιδίου, τὸν μὲν γὰρ Ξάνθον παντάπασιν ἀποστυγεῖν.