Ταύτης πολὺν πόθον ἔχων ὁ Ξάνθος ἐξηργυρίσατο μέρος τῶν ὑπαργμάτων, καὶ κατασκευασάμενος χρυσοῦς δισχιλίους τὸ μὲν πρῶτον εἰς Ἰταλίαν ἐπεραιώθη, ἐντεῦθεν δὲ ὑπὸ ἰδιοξένων τινῶν κομιζόμενος εἰς Μασσαλίαν ἀφικνεῖται κἀκεῖθεν εἰς τὴν Κελτικήν· καὶ προσελθὼν τῇ οἰκίᾳ, ἔνθα αὐτοῦ συνῆν ἡ γυνὴ ἀνδρὶ τῶν μάλιστα παρὰ Κελτοῖς δοξαζομένων, ὑποδοχῆς ἐδεῖτο τυχεῖν. Τῶν δὲ διὰ φιλοξενίαν ἑτοίμως αὐτὸν ὑποδεξαμένων, εἰσελθὼν ὁρᾷ τὴν γυναῖκα, καὶ αὐτὸν ἐκείνη τὼ χεῖρε ἀμφιβαλοῦσα μάλα φιλοφρόνως προσηγάγετο. Παραχρῆμα δὲ τοῦ Κελτοῦ παραγενομένου, διεξῆλθεν αὐτῷ τήν τε ἄλην τἀνδρὸς ἡ Ἡρίππη, καὶ ὡς αὐτῆς ἕνεκα ἥκοι λύτρα καταθησόμενος· ὁ δὲ ἠγάσθη τῆς ψυχῆς τὸν Ξάνθον, καὶ αὐτίκα συνουσίαν ποιησάμενος τῶν μάλιστα προσηκόντων ἐξένιζεν αὐτόν.