Μετὰ δὲ ὡς αὐτόν τε ἡ πλείων ἰσχὺς ἐπιλελοίπει, ἔγνωστό τε αὐτῷ τὴν κόρην ἁρμόσασθαι, δύο μνηστῆρας ἀφιγμένους, Δρύαντά τε καὶ Κλεῖτον, ἐκέλευεν, ἄθλου προκειμένου τῆς κόρης, ἀλλήλοις διαμάχεσθαι, καὶ τὸν μὲν τεθνάναι, τὸν δὲ περιγενόμενον τήν τε βασιλείαν καὶ τὴν παῖδα ἔχειν. Τῆς δὲ ἀφωρισμένης ἡμέρας παρούσης, ἡ Παλλήνη ʽἔτυχε γὰρ ἐρῶσα τοῦ Κλείτοὐ πάνυ ὠρρώδει περὶ αὐτοῦ, καὶ σημῆναι μὲν οὐκ ἐτόλμα τινὶ τῶν ἀμφ’ αὑτήν, δάκρυα δὲ πολλὰ κατεχεῖτο τῶν παρειῶν αὐτῆς, ἕως οὗ ὁ τροφεὺς αὐτῆς πρεσβύτης ἀναπυνθανόμενος καὶ ἐπιγνοὺς τὸ πάθος τῇ μὲν θαρρεῖν παρεκελεύσατο, ὡς ᾗ βούλεται, ταύτῃ τοῦ πράγματος χωρήσοντος·