Τοῦ δὲ Λευκίππου τούτου λέγεται τὴν Μανδρολύτου θυγατέρα Λευκοφρύην ἐρασθεῖσαν προδοῦναι τὴν πόλιν τοῖς πολεμίοις, ὧν ἐτύγχανεν ἡγούμενος ὁ Λεύκιππος, ἑλομένων αὐτὸν κατὰ θεοπρόπιον τῶν δεκατευθέντων ἐκ Φερῶν ὑπ’ Ἀδμήτου. De Pallene Λέγεται καὶ Σίθωνα τὸν Ὀδομάντων βασιλέα γεννῆσαι θυγατέρα Παλλήνην καλήν τε καὶ ἐπίχαριν, καὶ διὰ τοῦτο ἐπὶ πλεῖστον χωρῆσαι τὸ κλέος αὐτῆς, φοιτᾶν τε μνηστῆρας οὐ μόνον ἀπ’ αὐτῆς τῆς Θρᾴκης, ἀλλὰ καὶ ἔτι πρόσωθέν τινας, ἀπό τε Ἰλλυρίδος καὶ τῶν ἐπὶ Τανάιδος ποταμοῦ κατῳκημένων· τὸν δὲ Σίθωνα πρῶτον μὲν κελεύειν τοὺς ἀφικνουμένους μνηστῆρας πρὸς μάχην ἰέναι τὴν κόρην ἔχοντα, εἰ δὲ ἥττων φανείη, τεθνάναι, τούτῳ τε τῷ τρόπῳ πάνυ συχνοὺς ἀνῃρήκει.