Παρὰ δὲ Χάοσι μειρακίσκος τις τῶν πάνυ δοκίμων Ἀνθίππης ἠράσθη. Ταύτην ὑπελθὼν πάσῃ μηχανῇ πείθει αὐτῷ συμμιγῆναι· ἡ δὲ ἄρα καὶ αὐτὴ οὐκ ἐκτὸς ἦν τοῦ πρὸς τὸν παῖδα πόθου· καὶ ἐκ τοῦδε λανθάνοντες τοὺς αὑτῶν γονεῖς ἐξεπίμπλασαν τὴν ἐπιθυμίαν. Ἑορτῆς δέ ποτε τοῖς Χάοσι δημοτελοῦς ἀγομένης καὶ πάντων εὐωχουμένων, ἀποσκεδασθέντες εἴς τινα δρυμὸν κατειλήθησαν. Ἔτυχε δὲ ἄρα ὁ τοῦ βασιλέως υἱὸς Κίχυρος πάρδαλιν διώκων,  ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπ’ αὐτὴν τὸν ἄκοντα. Καὶ τῆς μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς παιδός·