Ὁ δὲ χρόνον μέν τινα καρτερῶς ἀντεῖχεν καίπερ οὐκ ὀλίγων ἐπιμαινομένων αὐτῷ· ὕστερον δὲ μία τῶν κατὰ τὴν Σικελίαν βασιλίδων οἴνῳ πολλῷ δηλησαμένη αὐτὸν ἤγαγεν εἰς ἐπιθυμίαν αὐτῇ μιγῆναι· καὶ οὕτως ἐκ τοῦδε ὁμοίως Θαμύρᾳ τῷ Θρᾳκὶ δι’ ἀφροσύνην ἐπεπήρωτο. De Celtine Λέγεται δὲ καὶ Ἡρακλέα, ὅτε ἀπ’ Ἐρυθείας τὰς Γηρυόνου βοῦς ἤγαγεν, ἀλώμενον διὰ τῆς Κελτῶν χώρας ἀφικέσθαι παρὰ Βρεταννόν· τῷ δὲ ἄρα ὑπάρχειν θυγατέρα, Κελτίνην ὄνομα. Ταύτην δὲ ἐρασθεῖσαν τοῦ Ἡρακλέους κατακρύψαι τὰς βοῦς, μὴ θέλειν τε ἀποδοῦναι, εἰ μὴ πρότερον αὐτῇ μιχθῆναι· τὸν δὲ Ἡρακλέα τὸ μέν τι καὶ τὰς βοῦς ἐπειγόμενον ἀνασώσασθαι, πολὺ μᾶλλον μέντοι τὸ κάλλος ἐκπλαγέντα τῆς κόρης συγγενέσθαι αὐτῇ, καὶ αὐτοῖς χρόνου περιήκοντος γενέσθαι παῖδα Κελτόν, ἀφ’ οὗ δὴ Κελτοὶ προσηγορεύθησαν.