Διαφόρως δὲ ἱστορεῖται περὶ Κυζίκου τοῦ Αἰνέου· οἱ μὲν γὰρ αὐτὸν ἔφασαν ἁρμοσάμενον Λάρισαν τὴν Πιάσου, ᾗ ὁ πατὴρ ἐμίγη πρὸ γάμου, μαχόμενον ἀποθανεῖν· τινὲς δὲ προσφάτως γήμαντα Κλείτην συμβαλεῖν δι’ ἄγνοιαν τοῖς μετὰ Ἰάσονος ἐπὶ τῆς Ἀργοῦς πλέουσι, καὶ οὕτως πεσόντα πᾶσι μὲν τοῖς ἄλλοις ἀλγεινὸν πόθον ἐμβαλεῖν, ἐξόχως δὲ τῇ Κλείτῃ· ἰδοῦσα γὰρ αὐτὸν ἐρριμμένον, περιεχύθη καὶ πολλὰ κατωδύρατο, νύκτωρ δὲ λαθοῦσα τὰς θεραπαινίδας ἀπό τινος δένδρου ἀνήρτησεν ἑαυτήν . De Daphnide Ἐν Σικελίᾳ δὲ Δάφνις Ἑρμοῦ παῖς ἐγένετο, σύριγγι δή τε δεξιῶς χρήσασθαι καὶ τὴν ἰδέαν ἐκπρεπής. Οὗτος εἰς μὲν τὸν πολὺν ὅμιλον ἀνδρῶν οὐ κατῄει, βουκολῶν δὲ κατὰ τὴν Αἴτνην χείματός τε καὶ θέρους ἠγραύλει. Τούτου λέγουσιν Ἐχεναΐδα Νύμφην ἐρασθεῖσαν παρακελεύσασθαι αὐτῷ γυναικὶ μὴ πλησιάζειν· μὴ πειθομένῳ γὰρ αὐτῷ συμβήσεσθαι τὰς ὄψεις ἀποβαλεῖν.