Ξάνθος αὐτῷ ὄνομα. Ἐπὶ μισθῷ γὰρ αὐτὴν ἀγαγομένην χερνῆτιν γυναῖκα Νικάνδρην καὶ ἐργασαμένην ἐνιαυτὸν ὕστερον ἐκ τῶν οἰκίων ἐλάσαι, μὴ ἐντελῆ τὸν μισθὸν ἀποδοῦσαν· τὴν δὲ ἀράσασθαι πολλὰ Ἀθηνᾷ τίσασθαι αὐτὴν ἀντ’ ἀδίκου στερήσεως· ὅθεν εἰς τοσοῦτον ἐλθεῖν, ὥστε ἀπολιπεῖν οἶκόν τε καὶ παῖδας ἤδη γεγονότας, συνεκπλεῦσαί τε τῷ Ξάνθῳ· γενομένην δὲ κατὰ μέσον πόρον ἔννοιαν λαβεῖν τῶν εἰργασμένων, καὶ αὐτίκα πολλά τε δάκρυα προΐεσθαι καὶ ἀνακαλεῖν ὁτὲ μὲν ἄνδρα κουρίδιον, ὁτὲ δὲ τοὺς παῖδας· τέλος δὲ πολλὰ τοῦ Ξάνθου παρηγοροῦντος καὶ φαμένου γυναῖκα ἕξειν, μὴ πειθομένην ῥῖψαι ἑαυτὴν εἰς θάλασσαν.