Ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανεν δὲ ἀγχιβαθὴς οὖσα. Καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει· τινὲς μέντοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι. Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν· ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος, ἐπαγαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθόν, συνίσταται αὐτῷ.