Ὁ γὰρ νεώτερος τῶν υἱῶν αὐτῆς μανεὶς τὴν οἰκίαν ὑφῆψε, καὶ τήν τε μητέρα καὶ τὰ πολλὰ τῶν κτημάτων κατέφλεξε. De Apriate Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαγαγέσθαι τὴν κόρην· ὡς δὲ ἐκείνη οὐ πάνυ ἐνεδίδου, ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. Πορευομένην οὖν ποτε σὺν θεραπαινιδίοις ἐπί τι τῶν πατρῴων χωρίων, ὃ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχήσας εἷλεν.