Τὴν δ’ ἄρα πολὺς εἶχε πόθος ὅρμου τοῦ τότε κειμένου ἐν τῷ τῆς Προνοίας Ἀθηνᾶς ἱερῷ, ὃν εἶχε λόγος Ἐριφύλης γεγονέναι, ἠξίου τε ταύτης τῆς δωρεᾶς τυχεῖν. Φάυλλος δὲ τά τε ἄλλα κατασύρων ἐκ Δελφῶν ἀναθήματα ἀναιρεῖται καὶ τὸν ὅρμον· ἐπεὶ δὲ διεκομίσθη εἰς οἶκον τὸν Ἀρίστωνος, χρόνον μέν τινα ἐφόρει αὐτὸν ἡ γυνὴ μάλα περίπυστος οὖσα, μετὰ δὲ ταῦτα παραπλήσιον αὐτῇ πάθος συνέβη τῷ περὶ τὴν Ἐριφύλην γενομένῳ.