Κἀπειδὴ συμβαλὼν τοῖς πολεμίοις κατὰ κράτος αὐτοὺς εἷλεν, ἐπὶ πολὺν οἶνον ἐτράπετο καὶ συνουσίαν· ἐκκαόμενος δὲ ὑπὸ μέθης καὶ πόθου τοῦ παιδὸς ἀφίππευσεν εἰς τὰς Συρακούσας, καὶ παραγενόμενος ἐπὶ τὴν οἰκίαν, ἔνθα τῷ παιδὶ παρεκελεύσατο μένειν, ὃς μὲν ἦν οὐκ ἐδήλου, θετταλίζων δὲ τῇ φωνῇ τὸν Ἱππαρῖνον ἔφησεν ἀπεκτονηκέναι· ὁ δὲ παῖς διαγανακτήσας, σκότους ὄντος παίει καιρίαν τὸν Ἱππαρῖνον· ὁ δὲ τρεῖς ἡμέρας ἐπιβιοὺς καὶ τοῦ φόνου τὸν Ἀχαιὸν ἀπολύσας ἐτελεύτησεν. De Phayllo Φάυλλος δ’ ὁ τύραννος ἠράσθη τῆς Ἀρίστωνος γυναικός, ὃς Οἰταίων προστάτης ἦν· οὗτος διαπεμπόμενος πρὸς αὐτὴν χρυσόν τε πολὺν καὶ ἄργυρον ἐπηγγέλλετο δώσειν, εἴ τέ τινος ἄλλου δέοιτο φράζειν ἐκέλευεν ὡς οὐχ ἁμαρτησομένην.