καὶ γὰρ ὁ μειρακίσκος αὐτῆς ἀναφανδὸν ὑπεκάετο, ὥστε πάντας ἀνὰ στόμα ἔχειν τὴν ὁμιλίαν αὐτῶν. δι’ ἣν αἰτίαν δυσαναχετήσας ὁ Κλεώνυμος καὶ ἄλλως δὲ οὐκ ἀρεσκόμενος τοῖς Λακεδαιμονίοις ἔθεσιν, ἐπεραιώθη πρὸς Πύρρον εἰς Ἤπειρον καὶ αὐτὸν ἀναπείθει πειρᾶσθαι τῆς Πελοποννήσου, ὡς εἴ γε ἐντόνως ἅψαιντο τοῦ πολέμου, ῥᾳδίως ἐκπολιορκήσοντες τὰς ἐν αὐτῇ πόλεις· ἔφη δὲ καὶ αὐτῷ τι ἤδη προδιειργάσθαι, ὥστε καὶ στάσιν ἐγγενέσθαι τισὶ τῶν πόλεων. De Hipparino Ἱππαρῖνος δ’ ὁ Συρακοσίων τύραννος εἰς ἐπιθυμίαν ἀφίκετο πάνυ καλοῦ παιδός· Ἀχαιὸς αὐτῷ ὄνομα. Τοῦτον ἐξαλλάγμασι πολλοῖς ὑπαγόμενος πείθει τὴν οἰκίαν ἀπολιπόντα σὺν αὐτῷ μένειν· χρόνου δὲ προϊόντος, ὡς πολεμίων τις ἔφοδος προσηγγέλη πρός τι τῶν ὑπ’ ἐκείνου κατεχομένων χωρίων, καὶ ἔδει κατὰ τάχος βοηθεῖν, ἐξορμῶν ὁ Ἱππαρῖνος παρεκελεύσατο τῷ παιδί, εἴ τις ἐντὸς τῆς αὐλῆς βιάζοιτο, κατακαίνειν αὐτὸν τῇ σπάθῃ, ἣν ἐτύγχανεν αὐτῷ κεχαρισμένος.