Ἔφασαν δέ τινες καὶ τὴν Σαρδίων ἀκρόπολιν ὑπὸ Κύρου τοῦ Περσῶν βασιλέως ἁλῶναι προδούσης τῆς Κροίσου θυγατρὸς Νανίδος. Ἐπειδὴ γὰρ ἐπολιόρκει Σάρδεις Κῦρος καὶ οὐδὲν αὐτῷ εἰς ἅλωσιν τῆς πόλεως προὔβαινεν, ἐν πολλῷ τε δέει ἦν μὴ ἀθροισθὲν τὸ συμμαχικὸν τοῦ Κροίσου διαλύσειεν αὐτῷ τὴν στρατιάν, τότε τὴν παρθένον ταύτην ἔχει λόγος περὶ προδοσίας συνθεμένην τῷ Κύρῳ, εἰ κατὰ  νόμους Περσῶν ἕξει γυναῖκα αὐτήν, κατὰ τὴν ἄκραν, μηδενὸς φυλάσσοντος δι’ ὀχυρότητα τοῦ χωρίου, εἰσδέχεσθαι τοὺς πολεμίους, συνεργῶν αὐτῇ καὶ ἄλλων τινῶν γινομένων· τὸν μέντοι Κῦρον μὴ ἐμπεδῶσαι αὐτῇ τὴν ὑπόσχεσιν. De Chilonide Κλεώνυμος ὁ Λακεδαιμόνιος, βασιλείου γένους ὢν καὶ πολλὰ κατορθώσας Λακεδαιμονίοις, ἔγημε Χειλωνίδα προσήκουσαν αὐτῷ κατὰ γένος. Ταύτῃ σφοδρῶς ἐπιτεταμένου τοῦ Κλεωνύμου καὶ τὸν ἔρωτα οὐκ ἠρέμα φέροντος, τοῦ μὲν κατηλόγει, πᾶσα δὲ ἐνέκειτο Ἀκροτάτῳ, τῷ τοῦ βασιλέως υἱεῖ·