Μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω, ἐκ δ’ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων, αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις. ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος. εἶτα μικρὸν ὑποβάς δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων, ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος, ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ’ ὅ γ’ ἔμελλε τὰ ῥέξειν, ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ· ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.