Ἔνθα δὴ ὁ Αἰόλος τὸν μὲν Ὀδυσσέα καίπερ οὐ παρόντα ἐκάκισεν, τὴν δὲ Πολυμήλην ἐν νῷ ἔσχεν τίσασθαι. Ἔτυχεν δὲ αὐτῆς ἠρασμένος ὁ ἀδελφὸς Διώρης, ὃς αὐτὴν παραιτεῖταί τε καὶ πείθει τὸν πατέρα αὐτῷ συνοικίσαι. De Euippe Οὐ μόνον δὲ Ὀδυσσεὺς περὶ Αἰόλον ἐξήμαρτεν, ἀλλὰ καὶ μετὰ τὴν ἄλην, ὡς τοὺς μνηστῆρας ἐφόνευσεν, εἰς Ἤπειρον ἐλθὼν χρηστηρίων τινῶν ἕνεκα τὴν Τυρίμμα θυγατέρα ἔφθειρεν Εὐίππην, ὃς αὐτὸν οἰκείως τε ὑπεδέξατο καὶ μετὰ πάσης προθυμίας ἐξένιζε. Παῖς δὲ αὐτῷ γίνεται ἐκ ταύτης Εὐρύαλος.