Ὑψικρέων δὲ Μιλήσιος καὶ Προμέδων Νάξιος μάλιστα φίλω ἤστην. Ἀφικομένου οὖν ποτε Προμέδοντος εἰς Μίλητον, θατέρου λέγεται τὴν γυναῖκα Νέαιραν ἐρασθῆναι αὐτοῦ. Καὶ παρόντος μὲν τοῦ Ὑψικρέοντος μὴ τολμᾶν αὐτὴν διαλέγεσθαι τῷ ξένῳ· μετὰ δὲ χρόνον ὡς ὁ μὲν Ὑψικρέων ἐτύγχανεν ἀποδημῶν, ὁ δὲ αὖτις ἀφίκετο, νύκτωρ αὐτοῦ κοιμωμένου ὑπεισέρχεται ἡ Νέαιρα καὶ πρῶτον μὲν οἵα τε ἦν πείθειν αὐτόν· ἐπειδὴ δὲ ἐκεῖνος οὐκ ἐνεδίδου, Δία τε Ἑταιρήιον καὶ Ξένιον αἰδούμενος, προσέταξεν ἡ Νέαιρα ταῖς θεραπαίναις ἀποκλεῖσαι τὸν θάλαμον, καὶ οὕτως, πολλὰ ἐπαγωγὰ ποιούσης, ἠναγκάσθη μιγῆναι αὐτῇ·